31
οὐδ’ εἴ τῳ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι διὰ τὸ κάλλος αὐτῆς, οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν· καθάπερ οἶμαί φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόρον τε καὶ δασμὸν ἢ ξύμπασα Φρυγία καὶ Λυδία καὶ Μαίονές τε καὶ Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος.
32
οὐδέ γε τὸν λαβόντα παρὰ Κροίσου τὴν δωρεὰν ἐκεῖνον Ἀλκμέωνα ἐζήλωσεν οὔτε Σόλων οὔτε ἄλλος οὐδεὶς τῶν τότε σοφῶν ἀνδρῶν, ᾧ φασι τὸν Λυδὸν ἐπιτρέψαι τοὺς θησαυροὺς ἀνοίξαντα φέρειν αὐτὸν ὁπόσον βούλεται τοῦ χρυσοῦ. καὶ τὸν εἰσελθόντα πάνυ ἀνδρείως ἐμφορήσασθαι τῆς βασιλικῆς δωρεᾶς, χιτῶνά τε ποδήρη καταζωσάμενον καὶ τὸν κόλπον ἐμπλήσαντα γυναικεῖον καὶ βαθὺν καὶ τὰ ὑποδήματα ἐξεπίτηδες μεγάλα καὶ κοῖλα ὑποδησάμενον, τέλος δὲ τὴν κόμην διαπάσαντα καὶ τὰ γένεια τῷ ψήγματι καὶ τὸ στόμα ἐμπλήσαντα καὶ τὰς γνάθους ἑκατέρας μόλις ἔξω βαδίζειν, ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα, γέλωτα καὶ θέαν Κροίσῳ παρέχοντα καὶ Λυδοῖς.
33
καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος. οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόν τε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων ἢ δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ἢ ὁπόσοι προπέμπουσι τοὺς νυμφίους· αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μηδὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενος — οὐδὲ οὕτως πείσεται τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν οὐδὲ καμφθήσεταί ποτε δι’ ἔνδειαν ἢ δι’ ἀτιμίαν οὐδὲ μεταβαλεῖ τὸν αὑτοῦ τρόπον, κόλαξ καὶ γόης ἀντὶ γενναίου καὶ ἀληθοῦς φανείς.