4
εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον, Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παρ’ οἷς ἔρριπται τὰ τῶν ἐλεφάντων ὀστᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶν τε καὶ ὄνων· καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παρ’ ἡμῖν ἐπὶ τῶν αἰγιαλῶν; καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν· νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παρ’ ἡμῶν μεμαθηκότες ὅτι εἰσὶν εὐδαίμονες.
5
ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παρ’ ἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐδὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας· οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐδὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν· ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, δι’ εὐήθειαν δὲ καὶ τρυφήν, ὃ περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ, πολλῆς δὲ θαλάττης τοῖς μηδὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον;