6
πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καὶ νὴ Δία θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ’ ὅτι τῶν τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ’ οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ̓ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα· οὐδ’ ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδ’ ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.
(63)ΤΩΝ ΕΝ ΚΙΛΙΚΙΑΙ ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ.
1
Ὑμεῖς μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός, ὅστις ἁπάντων ἀποστάς, περὶ ἃ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματά τε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν, οὑτωσὶ δὲ ἀτόπως ἰών τε καὶ ἀπιὼν καὶ παριστάμενος, ἔνθα μηδὲν αὐτῷ πρᾶγμά ἐστιν, ἀλλ’ ὡς ἂν τύχῃ τε καὶ ὁρμήσῃ·
2
βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός· καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐδὲ ᾅδοντας οὐδὲ πυκτεύοντας οὐδὲ παλαίοντας, ἀλλ’ ὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους· ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον ἢ παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐδὲ ἀγρυπνῶν οὐδὲ θλιβόμενος· ποτὲ δὲ αὖ μήτ’ ἀκούων μηδενὸς μήθ’ ὁρῶν, ἀλλὰ μηδ’ εἶναι νομίζων αὐτούς, ἐννοῶν ὃ βούλεται καὶ πράττων ἀδεῶς.