3
ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος· ὑπὲρ οὗ πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες Λυδοῖς ἐπολέμησαν, πολλὰ δ’ Ἴωνές τε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀνοήτῳ δὲ ψευδοῦς αὐτονομίας ἔρωτι οὐδεὶς ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις, ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μηδὲ ἐκείνων οἷα ἐχρῆν θέντος. Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι φασὶν ὡς ὅτι αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναίοις, ἀλλ’ οἷς αὐτοὺς ὑπελάμβανε χρήσεσθαι.
4
δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν· ἀλλ’ ὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖς τε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐδὲ ἐσπούδαζον οὐδὲ ἐπολέμουν, ὅπως ὦσιν ἐλεύθεροι· ἀλλὰ γὰρ ἄφθονόν τε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παῤ αὐτούς, ὥσπερ εἴ τις τῆς νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης, ἀλλ’ ἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθεσαν· ὑπέρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ οὔσης παρ’ αὐτοῖς.
5
ἀλλ’ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ̓ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παρ’ ἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν ἄρα μικρὸν αἴθυγμα δεικνύντι πυρός. ὁ μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παρ’ ὑμῖν, ὦ κακοδαίμονες· ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.