13
πολὺ δ’ ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δ’ οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν ἡ χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς· καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς ἢ θύρας ἢ ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερ’ ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως·
14
ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότων τε καὶ ποππυσμῶν καὶ ἠχεῖ ταῦτα τὰ δεσμά. πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖς τε καὶ βασιλεῦσιν. ἀλλ’ ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος ἑπόμενον μακρὰν ἀπελθεῖν· ἱκανῶς ἔχει.
(64)ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Α.
1
Οἱ ἄνθρωποι ἐπιθυμοῦσι μὲν ἐλεύθεροι εἶναι μάλιστα πάντων, καί φασι τὴν ἐλευθερίαν μέγιστον τῶν ἀγαθῶν, τὴν δὲ δουλείαν αἴσχιστον καὶ δυστυχέστατον ὑπάρχειν, αὐτὸ δὲ τοῦτο ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι ἢ ὅ,τι τὸ δουλεύειν, οὐκ ἴσασιν. καὶ τοίνυν οὐδὲ ποιοῦσιν οὐδέν, ὡς ἔπος εἰπεῖν, ὅπως τὸ μὲν αἰσχρὸν καὶ χαλεπὸν ἐκφεύξονται, τὴν δουλείαν, ὃ δὲ δοκεῖ αὐτοῖς πολλοῦ ἄξιον εἶναι, κτήσονται, τὴν ἐλευθερίαν, ἀλλὰ τοὐναντίον ταῦτα πράττουσιν ἐξ ὧν ἀνάγκη τοὺς ἐπιτηδεύοντας διατελεῖν δουλεύοντας τὸν ἅπαντα χρόνον καὶ μηδεπώποτε ἐλευθερίας ἐπιτυγχάνειν.