23
τοιγαροῦν ὁ Περσῶν βασιλεὺς ὅπως μὲν ἕξει μόνος ὀρθὴν τὴν τιάραν ἐφρόντιζεν, καὶ εἴ τις ἄλλος τοῦτο ἐποίησεν, εὐθὺς ἐκέλευσεν ἀποθνῄσκειν αὐτόν, ὡς οὐ καλὸν οὐδὲ συμφέρον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων δύο εἶναι φοροῦντας τιάρας ὀρθάς· ὅπως δὲ τὴν γνώμην ὀρθὴν ἕξει καὶ μηδεὶς ἄλλος φρονήσει αὐτοῦ σοφώτερα οὐδὲν αὐτῷ ἔμελεν.
24
μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ τῆς ἐλευθερίας τοιαῦτα ὑπάρχειν σύμβολα καὶ βαδίζειν πῖλον ἔχοντα ἐπὶ τῆς κεφαλῆς, ἄλλως δὲ οὐ δυνησόμεθα γνῶναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον.
(65)ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Β.
1
Ἀλλὰ μὴν ἔναγχος παρεγενόμην τισὶ διαμφισβητοῦσι περὶ δουλείας καὶ ἐλευθερίας, οὐκ ἐπὶ δικαστῶν οὐδ’ ἐν τῇ ἀγορᾷ, οὑτωσὶ δὲ κατ’ οἰκίαν ἐπὶ χρόνον πάμπολυν. καὶ παρῆσαν ἑκατέρῳ τοῖν ἀνδροῖν οὐκ ὀλίγοι σπουδάζοντες. ἐτύγχανον γὰρ ὑπὲρ ἄλλων πρότερον ἀντιλέγοντες, ὡς ἐμοὶ δοκοῦσιν· ἡττώμενος δὲ ἐν τοῖς λόγοις ἅτερος καὶ διαπορῶν εἰς λοιδορίαν ἐτράπετο, ὥσπερ εἴωθε τοῦτο συμβαίνειν πολλάκις, καὶ ὠνείδισεν ὡς οὐκ ἐλεύθερον ὄντα τὸν ἕτερον.
2
καὶ ὃς πάνυ πρᾴως ἐμειδίασέ τε καὶ εἶπε, Πόθεν δὲ ἔστιν, ὦ ἄριστε, εἰδέναι ὅστις δοῦλος ἢ ὅστις ἐλεύθερος; Ναὶ μὰ Δία, ἔφη· ἐπίσταμαι γοῦν ἐμαυτὸν μὲν ἐλεύθερον ὄντα καὶ τούτους ἅπαντας, σοὶ δὲ οὐδὲν προσῆκον ἐλευθερίας. καί τινες τῶν παρόντων ἐγέλασαν. καὶ ὃς οὐδέν τι μᾶλλον ᾐσχύνθη, ἀλλ’ ὥσπερ οἱ ἀνδρεῖοι ἀλεκτρυόνες πρὸς τὴν πληγὴν ἐπεγείρονται καὶ θαρροῦσιν, κἀκεῖνος ἐπηγέρθη καὶ ἐθάρρησε πρὸς τὴν λοιδορίαν, καὶ ἤρετο αὐτὸν ὁπόθεν τοῦτο ἐπίσταται τὸ περί τε αὑτοῦ καὶ περὶ ἐκείνου.