7
ἔτι δὲ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ διαβεβαιοῖ ὡς ἑκάτερος ἡμῶν ἐστι τῆς δοκούσης καὶ λεγομένης μητρός. καίτοι πολλοὺς Ἀθηναίων ἔχοις ἂν εἰπεῖν καὶ τῶν πάνυ γνωρίμων, οἳ ἐφάνησαν ὕστερον οὐ μόνον πατρός, ἀλλὰ καὶ μητρός, οὐχ ἧς ἐλέγοντο, ὑποβολιμαῖοί ποθεν τραφέντες. καὶ ταῦτα σὺ ἑκάστοτε ὁρᾷς δεικνύμενα καὶ λεγόμενα ὑπὸ τῶν κωμῳδοδιδασκάλων καὶ ἐν ταῖς τραγῳδίαις, καὶ ὅμως οὐδὲν ἧττον ἰσχυρίζῃ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ, ὡς εὖ εἰδὼς ὅπως γεγόναμεν καὶ ἐκ τίνων.
8
οὐκ οἶσθα, ἔφη, ὅτι κακηγορίας δίδωσιν ὁ νόμος γράψασθαι τοῦτον, ὃς ἂν βλασφημῇ τινα οὐκ ἔχων ἀποδεῖξαι περὶ ὧν λέγει σαφὲς οὐδέν; καὶ ὅς, Ἐπίσταμαι γάρ, ἔφη, ὅτι αἱ μὲν ἐλεύθεραι γυναῖκες ὑποβάλλονται πολλάκις δι’ ἀπαιδίαν, ὅταν μὴ δύνωνται αὐταὶ κυῆσαι, βουλομένη κατασχεῖν ἑκάστη τὸν ἄνδρα τὸν ἑαυτῆς καὶ τὸν οἶκον, καὶ ἅμα οὐκ ἀποροῦσαι ὁπόθεν τοὺς παῖδας θρέψουσι· τὰς δὲ δούλας τοὐναντίον, τὰς μὲν πρὸ τοῦ τόκου διαφθειρούσας, τὰς δὲ ὕστερον, ἐὰν δύνωνται λαθεῖν, τὸ γενόμενον, ἐνίοτε καὶ τῶν ἀνδρῶν συνειδότων, ὅπως μὴ πράγματα ἔχωσι παιδοτροφεῖν ἀναγκαζόμεναι πρὸς τῇ δουλείᾳ.
9
Ναὶ μὰ Δία, ἔφη, πλήν γε τῆς Οἰνέως, τοῦ Πανδίονος, εἶπε, νόθου παιδός· ὁ γὰρ ἐκείνου νομεὺς ὁ ἐν ταῖς Ἐλευθεραῖς καὶ ἡ γυνὴ ἡ τοῦ νομέως οὐ μόνον οὐκ ἐξετίθεσαν αὐτοὶ γεννήσαντες, ἀλλὰ καὶ ἀλλότρια εὑρόντες ἐν τῇ ὁδῷ παιδία, οὐκ εἰδότες ὅτου ποτὲ ἦσαν, ἀνελόμενοι ἔτρεφον ὡς αὑτῶν, καὶ οὐδὲ ὕστερον ἑκόντες οὐδέποτε ὡμολόγησαν ὅτι ἀλλότριοι ἦσαν. σὺ δ᾽ ἴσως καὶ τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα ἐλοιδόρεις ἄν, πρὶν φανεροὺς γενέσθαι, καὶ διώμνυσο ὡς περὶ δούλων τῶν τοῦ Διὸς υἱέων.