12
ἢ οὐκ οἶσθα ὅτι τούτου ἕνεκεν τὰ τῶν ἡρώων λεγομένων γένη εὐθὺς εἰς θεοὺς οἱ ποιηταὶ ἀναφέρουσιν, ὥστε μηκέτι ἐξετάζεσθαι τὸ προσώτερον; καὶ τούς γε πλείονας αὐτῶν φασιν ἐκ Διὸς γεγονέναι, ἵνα μὴ αὐτοῖς οἵ τε βασιλεῖς καὶ οἱ οἰκισταὶ τῶν πόλεων καὶ ἐπώνυμοι εἰς τοιαῦτα ἐμπίπτωσιν, ἃ δοκεῖ παρὰ τοῖς ἀνθρώποις ὀνείδη εἶναι. ὥστε, εἴπερ οὕτως ἔχει τὰ τῶν ἀνθρώπων, ὡς ἡμεῖς τε καὶ ἄλλοι σοφώτεροι ἡμῶν φασιν, οὐδὲν ἂν μᾶλλον σοὶ προσήκοι ἐλευθερίας κατὰ γένος ἢ ὁτῳοῦν τῶν σφόδρα δοκούντων οἰκετῶν· εἰ μὴ ἄρα καὶ σὺ φθάσεις ἀναγαγὼν εἰς Δία ἢ Ποσειδῶνα ἢ Ἀπόλλωνα τοὺς σαυτοῦ προγόνους· οὐδέ γε ἐμοὶ περὶ δουλείας.
13
Τὸ μὲν τοίνυν, ἔφη, τοῦ γένους καὶ τὸ τῶν προγόνων ἐῶμεν, ἐπειδὴ οὕτω σοι δοκεῖ ἀστάθμητον εἶναι· ἴσως γάρ τοι ἀναφανήσῃ ὥσπερ Ἀμφίων καὶ Ζῆθος καὶ Ἀλέξανδρος ὁ Πριάμου γεγονώς. ἀλλὰ σέ γε αὐτὸν πάντες ἐπιστάμεθα δουλεύοντα. Τί δέ; εἶπε, δοκοῦσί σοι πάντες οἱ δουλεύοντες ἀλλὰ οὐ πολλοὶ αὐτῶν ἐλεύθεροι ὄντες καὶ ἀδίκως; ὧν τινες ἤδη καὶ εἰς δικαστήριον εἰσελθόντες ἀπέδειξαν ἐλευθέρους ὄντας ἑαυτούς, οἱ δέ τινες καὶ ἀνέχονται μέχρι παντός, οὐκ ἔχοντες ἀποδεῖξαι φανερῶς περὶ τῆς ἐλευθερίας ἢ οἷς ἂν μὴ χαλεποὶ ὦσιν οἱ λεγόμενοι αὐτῶν δεσπόται.
14
ἐπεὶ φέρε, Εὔμαιος, ὁ Κτησίου τοῦ Ὀρμένου ἀνδρὸς πάνυ ἐλευθέρου καὶ πλουσίου παῖς, οὐκ ἐδούλευεν ἐν Ἰθάκῃ παρ’ Ὀδυσσεῖ καὶ Λαέρτῃ; καὶ ἐνὸν αὐτῷ ἀποπλεῦσαι πολλάκις οἴκαδε, εἰ ἐβούλετο, οὐδέποτε ἠξίωσε. τί δέ; Ἀθηναῖοι πολλοὶ τῶν ἐν Σικελίᾳ ληφθέντων οὐκ ἐδούλευον ἐν Σικελίᾳ καὶ ἐν Πελοποννήσῳ ἐλεύθεροι ὄντες, καὶ ἐν ἄλλαις πολλαῖς μάχαις οἱ αἰεὶ αἰχμάλωτοι γιγνόμενοι οἱ μὲν χρόνον τινά, ἕως ἂν εὕρωσι τοὺς λυσομένους, οἱ δὲ μέχρι παντός;