19
καίτοι ἕνεκα τοῦ πείθεσθαι καὶ πληγὰς λαμβάνειν καὶ τῶν γραμματιστῶν οἰκέτας φήσεις τοὺς παρ’ αὐτοῖς μανθάνοντας καὶ τοὺς παιδοτρίβας δεσπότας εἶναι τῶν μαθητῶν ἢ τοὺς ἄλλο τι διδάσκοντας· καὶ γὰρ προστάττουσιν αὐτοῖς καὶ τύπτουσι μὴ πειθομένους. Νὴ Δἴ, ἔφη· ἀλλ’ οὐκ ἔστι τοῖς παιδοτρίβαις οὐδὲ τοῖς ἄλλοις διδασκάλοις δῆσαι τοὺς μαθητὰς οὐδὲ ἀποδόσθαι οὐδέ γε εἰς μυλῶνα ἐμβαλεῖν· τοῖς δέ γε δεσπόταις ἅπαντα ταῦτα ἐφειμένα ἐστίν.
20
Ἴσως γὰρ οὐκ οἶσθα ὅτι παρὰ πολλοῖς καὶ σφόδρα εὐνομουμένοις ταῦτα ἃ λέγεις ἔξεστι τοῖς πατράσι περὶ τοὺς υἱέας, καὶ δὴ καί, ἐὰν βούλωνται, καὶ ἀποδίδοσθαι, καὶ τὸ ἔτι τούτων χαλεπώτερον· ἐφεῖται γὰρ αὐτοῖς ἀποκτεῖναι μήτε κρίναντας μήτε ὅλως αἰτιασαμένους· ἀλλ’ ὅμως οὐδὲν ἧττον οὐ δοῦλοί εἰσι τῶν πατέρων, ἀλλὰ υἱεῖς. εἰ δὲ δὴ ὅτι μάλιστα ἐδούλευον καὶ δοῦλος ἐξ ἀρχῆς ὑπῆρχον δικαίως, τί με, ἔφη, κωλύει νῦν ἐλεύθερον εἶναι μηδενὸς ἔλαττον, σὲ δὲ αὖ τοὐναντίον, εἰ καὶ σφόδρα ἐξ ἐλευθέρων ἦσθα, δοῦλον εἶναι παντὸς μᾶλλον;
21
Ἐγὼ μέν, εἶπεν, οὐχ ὁρῶ ὅπως ἐλεύθερος ὢν δοῦλος ἔσομαι· σὲ δὲ οὐκ ἀδύνατον ἐλεύθερον γεγονέναι, ἀφέντος τοῦ δεσπότου. Τί δέ, ὦ λῷστε, ἔφη, οὐθεὶς ἂν γένοιτο ἐλεύθερος μὴ ὑπὸ τοῦ δεσπότου ἀφεθείς; Πῶς γάρ; εἶπεν. Ὅπως Ἀθηναίων ψηφισαμένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τοὺς συμπολεμήσοντας οἰκέτας ἐλευθέρους εἶναι, εἰ προὔβη ὁ πόλεμος, ἀλλὰ μὴ διελύσατο θᾶττον ὁ Φίλιππος πρὸς αὐτούς, πολλοὶ ἂν τῶν Ἀθήνησιν οἰκετῶν ἢ μικροῦ πάντες ἐλεύθεροι ἦσαν, οὐχ ὑπὸ τοῦ δεσπότου ἕκαστος ἀφεθείς. Ἔστω τοῦτό γε, εἰ δημοσίᾳ σε ἡ πόλις ἐλευθερώσει.
22
Τί δέ; ἐμαυτὸν οὐκ ἄν σοι δοκῶ ἐλευθερῶσαι; Εἴ γε ἀργύριόν ποθεν καταβάλοις τῷ δεσπότῃ. Οὐ τοῦτόν φημι τὸν τρόπον, ἀλλὰ όνπερ Κῦρος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ Πέρσας ἅπαντας ἠλευθέρωσε, τοσοῦτον ὄχλον, οὔτε ἀργύριον οὐδενὶ καταβαλὼν οὔτε ὑπὸ τοὺ δεσπότου ἀφεθείς. ἢ οὐκ οἶσθα ὅτι λυχνοποιὸς ἦν Κῦρος Ἀστυάγους, καὶ ὁπότε γ’ ἐνεθυμήθη καὶ ἔδοξεν αὐτῷ, ἐλεύθερος ἅμα καὶ βασιλεὺς ἐγένετο τῆς Ἀσίας ἁπάσης;