5
ὅθεν οἶμαι προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ καὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι.
6
τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἄλλ’ ἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν· οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχῇ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραϋναι διηνεκῶς τῷ λόγῳ χρώμενος. Φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μηδὲ ἐθέλειν μηδένα ἀνθρώπων ἴσον ἔχειν τῷ πέλας.
7
καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μὲν οἶμαι καὶ καταγνώσεως τοὺς ἔν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐδὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθρούς. ἡ πλεονεξία δὲ μέγιστον μέν ἐστιν αὐτῷ τινι κακόν· λυπεῖ δὲ καὶ τοὺς πέλας· καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐδὲ ἀξιοῖ διδάσκειν, προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν.
8
ἕκαστος οὖν αὐτῶν εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν· οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν ᾖ τοιοῦτος. καὶ μὴν ὅ γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως·