12
ὁ δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ, τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας οἶμαι καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε ἢ βασιλεὺς ἢ δυνάστης ἢ δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε, μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μετ’ αὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τῆς πονηρίας κατέλιπεν; ἢ τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο, αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς τύχης ἀγαθοῖς;
13
αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, ὁ μὲν μόνος ἄρχειν βουλόμενος, ὁ δ’ ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, τῶν δὲ ἀμυναμένων μετὰ μικρὸν ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι;
14
καὶ μὴν δι’ ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτισαν. ὁ τοίνυν Ξέρξης, ὁ τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤλασεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο.