39
τοῦτο δὲ οὐκ ἐγὼ λέγω νῦν, ἀλλʼ Ὅμηρος ἐμοῦ πρότερος. ἢ οὐκ ἔμπειρος εἶ τῶν Ὁμήρου ἐπῶν; ὁ δὲ Ἀλέξανδρος μέγιστον ἐφρόνει, ὅτι ἠπίστατο μὲν τὸ ἕτερον ποίημα ὅλον, τὴν Ἰλιάδα, πολλὰ δὲ καὶ τῆς Ὀδυσσείας. θαυμάσας οὖν ἔφη, Καὶ ποῦ διείλεκται περὶ τούτων Ὅμηρος; ἐκεῖ, ἔφη, ὅπου τὸν Μίνω λέγει τοῦ Διὸς ὀαριστήν.
40
ἢ οὐ τὸ ὀαρίζειν ὁμιλεῖν ἐστιν; οὐκοῦν ὁμιλητὴν τοῦ Διός φησιν αὐτὸν εἶναι, ὥσπερ ἂν εἰ ἔφη μαθητήν. ἆρʼ οὖν ὑπὲρ ἄλλων αὐτὸν οἴει μανθάνειν τε καὶ ὁμιλεῖν τῷ Διὶ πραγμάτων ἢ τῶν δικαίων καὶ βασιλικῶν; ἐπεί τοι καὶ λέγεται δικαιότατος ὁ Μίνως πάντων γενέσθαι.
41
πάλιν δὲ ὅταν λέγῃ διοτρεφεῖς τοὺς βασιλέας καὶ διιφίλους, ἄλλο τι οἴει λέγειν αὐτὸν τὴν τροφὴν ταύτην, ἢ ἣν ἔφη εἶναι διδασκαλίαν καὶ μαθητείαν; ἢ σὺ οἴει λέγειν αὐτὸν ὑπὸ τοῦ Διὸς τοὺς βασιλέας τρέφεσθαι ὥσπερ ὑπὸ τίτθης γάλακτι καὶ οἴνῳ καὶ σιτίοις, ἀλλʼ οὐκ ἐπιστήμῃ καὶ ἀληθείᾳ;
42
ὁμοίως δὲ καὶ φιλίαν οὐκ ἄλλην ἢ τὸ ταὐτὰ βούλεσθαι καὶ διανοεῖσθαι, ὁμόνοιάν τινα οὖσαν; οὕτως γὰρ δήπου καὶ τοῖς ἀνθρώποις δοκοῦσιν οἱ φίλοι πάντων μάλιστα ὁμονοεῖν καὶ μὴ διαφέρεσθαι περὶ μηδενός.
43
ὃς ἂν οὖν τῷ Διὶ φίλος ᾖ καὶ ὁμονοῇ πρὸς ἐκεῖνον, ἔσθʼ ὅπως ἀδίκου τινὸς ἐπιθυμήσει πράγματος ἢ πονηρόν τι καὶ αἰσχρὸν διανοηθήσεται; αὐτὸ δὲ τοῦτο ἔοικε δηλοῦν καὶ ὅταν ἐγκωμιάζων τινὰ λέγῃ τῶν βασιλέων ʽποιμένα λαῶνʼ.
44
τοῦ γὰρ ποιμένος οὐκ ἄλλο τι ἔργον ἢ πρόνοια καὶ σωτηρία καὶ φυλακὴ προβάτων. καίτοι ἐνίοτε πολλὰ πρόβατα ἐλαύνει μάγειρος εἷς ὠνησάμενος ὥστε κατακόπτειν οὐ μὰ Δία καὶ σφάττειν καὶ δέρειν. ἀλλὰ πλεῖστον διαφέρει μαγειρική τε καὶ ποιμενική, σχεδὸν ὅσον βασιλεία τε καὶ τυραννίς.
45
ὅτε γοῦν Ξέρξης καὶ Δαρεῖος ἄνωθεν ἐκ Σούσων ἤλαυνον πολὺν ὄχλον Περσῶν τε καὶ Μήδων καὶ Σακῶν καὶ Ἀράβων καὶ Αἰγυπτίων δεῦρο εἰς τὴν Ἑλλάδα ἀπολούμενον, πότερον βασιλικὸν ἢ μαγειρικὸν ἔπραττον ἔργον λείαν ἐλαύνοντες κατακοπησομένην;