15
καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι· βουλόμενον δέ τι καὶ τῶν πέραν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι. ταῦτα μέν, ἵν’ ᾖ παραδείγματα ὑμῖν, ἔκ τε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως ἱστορουμένων παρήνεγκα.
16
ἄξιον δ’ ἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖπε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών· Ἀρκαδίην μ’ αἰτεῖς, μέγα μ’ αἰτεῖς, οὔτοι δώσω· ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐδὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτ’ ἦν. ἀλλ’ ὅμως διὰ τὴν πλεονεξίαν οὐδὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐδὲ τῶν λεγομένων αἰσθάνονται.
17
πάλιν τοίνυν Ἀθηναίοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν· οὕτως δ᾽ ἔκφρονες ὑπῆρχον διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθήνας καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην.