6
τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίας — τῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπ’ ὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησεν — ἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου ἢ γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἢ ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμ’ ἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δι᾽ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δ’ οὖν, ἀλύπως ὑποκρίνασθαι· πλείων γὰρ ἡ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν ἀσχολίας.
7
καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου ἢ τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην· οὐδὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δ’ ἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα· ἥ τε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότητα τῶν παλαιῶν κωμικῶν, ἥ τε Εὐριπίδου προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀναστήματος καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας οὐκ ἄπειρος ὤν.
8
Ὅμηρος δὲ καὶ πρῶτος καὶ μέσος καὶ ὕστατος παντὶ παιδὶ καὶ ἀνδρὶ καὶ γέροντι, τοσοῦτον ἀφ’ αὑτοῦ διδοὺς ὅσον ἕκαστος δύναται λαβεῖν. μέλη δὲ καὶ ἐλεγεῖα καὶ ἴαμβοι καὶ διθύραμβοι τῷ μὲν σχολὴν ἄγοντι πολλοῦ ἄξια· τῷ δὲ πράττειν τε καὶ ἅμα τὰς πράξεις καὶ τοὺς λόγους αὔξειν διανοουμένῳ