1
Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι· καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν· τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν· ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες.
2
ἐλθὼν οὖν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι. καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο ὃ λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾅσαντα αὐτοῖς. ἐπεὶ γὰρ ἧκεν ὁ ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δ’ ἔνιοί φασιν, οὐδὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλ’ οὐδὲ Ἀρίονος τοῦ ἐκ πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖεν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου; — ὡς δ’ οὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον.
3
ἐγὼ οὖν καὶ αὐτὸς, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν. εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς· ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων ἢ μόσχων, οὐδὲν αἰδούμενος· ἐπεὶ καὶ νῦν ταὐτὸ τοῦτο πάσχω πολλάκις, ἐπειδὰν εἰσαφίκωμαι σοφιστοῦ, διὰ τὴν προσοῦσάν μοι ἀκρασίαν περὶ τοὺς λόγους, καὶ μετὰ τοιούτων συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.