4
τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάς τε καὶ ῥήτορας ἅπαντας σχεδόν. καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν, κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν. τὸ μέντοι τῶν κιθαρῳδῶν τε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παρ’ ὀλίγον μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. ἥ τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα ἥ τε λέξις οὐκ αὐτοσχέδιος, ὥσπερ ἡ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωμένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων.
5
καὶ τά γε πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν ἢ τῶν νῦν· τὰ μὲν τῆς κωμῳδίας ἅπαντα· τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἔοικε, μένει· λέγω δὲ τὰ ἰαμβεῖα· καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις· τὰ δὲ μαλακώτερα ἐξερρύηκε τὰ περὶ τὰ μέλη· ὥσπερ οἶμαι τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος, ὑπομένει τῷ χρόνῳ, τά τε ὀστᾶ καὶ οἱ μύες, τἄλλα δὲ ἐλάττω γίγνεται. οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά· ὅσοι δ’ αὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.
(70)ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ.
1
Τί γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τις Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μηδὲ κινδυνεύειν, οὗτος ἂν ἀνακεχωρηκέναι λέγοιτο;