5
ἀλλ̓ ὅμως μιᾶς δραχμῆς ἀπολομένης ἀνάγκη αἰσθέσθαι καὶ δηχθῆναι ἁμῃγέπῃ· εἰ δὲ καὶ πλείους τις ἐκβάλοι, οὐ πολλοί εἰσιν οἱ ἐπὶ τῷ τοιούτῳ πρᾴως ἔχοντες· λέγω δὲ οὐ διὰ τὴν ἀμέλειαν λυπούμενοι καὶ δακνόμενοι καὶ διὰ τὸ μὴ προσέχειν ʽἐφ’ οἷς ἄξιον ἦν δάκνεσθαἰ, ἀλλ’ ἐπὶ τῇ ἀπωλείᾳ τῶν δραχμῶν. ἡμέρας δὲ ἐξελθούσης καὶ ἀπολομένης καὶ δύο καὶ τριῶν οὐδείς ἐστιν ὃς ἐφρόντισεν.
6
ἀλλ’ ἐκεῖ μὲν δύνανται λογίζεσθαι τὸ τοιοῦτον ὅτι εἰ μὴ προσέξουσι μηδὲ φροντιοῦσι τῶν τοιούτων, λάθοι ἂν αὐτοὺς ἡ σύμπασα οὐσία διαρρυεῖσα καὶ ἀπολομένη· ἐνταῦθα δὲ οὐ δύνανται ταὐτὸ τοῦτο λογίσασθαι, ὡς εἰ μὴ προνοήσουσιν ἑκάστης ἡμέρας καὶ φυλάξονται μὴ εἰκῇ προϊέναι, λάθοι ἂν αὐτοὺς ὁ σύμπας βίος διαρρυεὶς καὶ ἀπολόμενος.
7
ἀλλ’ ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων οὐδὲ τὸ ἀποδημῆσαι τὸ μὴ φαῦλ’ ἄττα πράττειν οὐδὲ τὸ εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι τὸ δὲ τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι — καὶ γὰρ ἐν Θήβαις καὶ ἐν Μεγάροις καὶ πανταχοῦ σχεδὸν οὗ τις ἂν ἀπέλθῃ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας ἔνεστι τό τε ἀργεῖν καὶ τὸ ῥᾳθυμεῖν, καὶ οὐκ ἀπορήσει προφάσεως, ὅπου ἂν τύχῃ ὤν, δι’ ἣν βλακεύων τε καὶ ἀσχολούμενος ἀναλώσει καὶ πάνυ πολὺν χρόνον, ἂν οὕτως τύχῃ.
8
μὴ οὖν βελτίστη ᾖ καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάν τ’ ἐν Βαβυλῶνι τύχῃ τις ὢν ἐάν τ’ Ἀθήνησιν ἐάν τ’ ἐν στρατοπέδῳ ἐάν τ’ ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα· ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ’ ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε μικρὰν ἀνάπαυσιν, οὐ μὴν ἱκανήν γε οὐδ’ ὥστε ἀπαλλάξαι· —