20
καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἣν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων· καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων· ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα.
21
ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν, εἰ δὲ θεός τις ὑπόσχοιτο καὶ δοίη, τάχ̓ ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας ἢ τὴν κρατοῦσάν τε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμους τε καὶ ἔρωτας; οὔκουν ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι ἢ εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ’ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην, ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, οὔτε θυσιῶν· πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν· οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν· ἀλλ’ εἰ οὗ μάλιστα ἐπιθυμεῖ καὶ ὃ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τις αὐτῇ καὶ μαρτυρήσειεν, ὥς ἐστι καλλίστη, τάχ’ ἂν ἀγαπῆσαι αὐτήν.
22
νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων, Ἀθηνᾶς τε καὶ Ἥρας; καὶ ἔτι μᾶλλον, εἰ φαίνοιντο ἐκεῖναι μεγάλα καὶ θαυμαστὰ παρεχόμεναι δῶρα ἕνεκα τῆς νίκης. οὕτω δὴ διελθών τε καὶ ἐξεργασάμενος τὴν αὑτοῦ δόξαν καὶ ἐπίνοιαν, οἷον ψυχῆς ἐν ὕπνῳ φαντασίαις καὶ δόξαις ἐπακολουθούσης καὶ μακρόν τι καὶ συντεταγμένον ὑφαινούσης ὄναρ, κριτής τε ὑπὸ τοῦ Διὸς γίγνεται τῶν θεῶν, καὶ τὰς μὲν αὐτάς τε ὑπερεῖδε καὶ τὰ δῶρα αὐτῶν, τὴν δὲ προέκρινεν ἐπὶ μισθῷ τε καὶ δώρῳ τῷ λαβεῖν τὸν γάμον ἐκείνης τῆς γυναικός, ὑπὲρ ἧς ἐνεθυμήθη τε καὶ εὔξατο.