5
ἴσως δὲ καὶ ἡ τροφὴ αἰτία τοῖς Πέρσαις, τὸ μέχρι πολλοῦ τρέφεσθαι ὑπό τε γυναικῶν καὶ εὐνούχων τῶν πρεσβυτέρων, παῖδας δὲ μετὰ παίδων καὶ μειράκια μετὰ μειρακίων μὴ πάνυ συνεῖναι μηδὲ γυμνοῦσθαι ἐν παλαίστραις καὶ γυμνασίοις. ὅθεν ἐγὼ οἶμαι ξυμβῆναι αὐτοῖς τὸ ταῖς μητράσι μίγνυσθαι· ὥσπερ οἱ πῶλοι, ἐπειδὰν ἁδρότεροι ὄντες ἀκολουθῶσιν ἔτι ταῖς μητράσιν, ἐπιβαίνειν ζητοῦσιν.
6
τὸ μέντοι τῆς τροφῆς καὶ ἐνταῦθα δείκνυσι τὴν ἰσχύν. κάλλιον μὲν γὰρ δὴ πολὺ ἵππος ὄνου, οἱ δέ γε ὄνοι οὐκ ἐπιθυμοῦσιν ἵππων διὰ τὴν φύσιν, εἰ μὴ ὃς ἂν ᾖ τεθραμμένος ἵππου γάλακτι· ὁμοίως δὲ καὶ ἵππος πωλευθεὶς ὑπὸ ὄνου τὸ αὐτὸ πάσχει. ἐν δὲ τοῖς ἀνθρώποις καὶ ἡ ἐξουσία παράνομόν τί ἐστι. Νέρωνα γοῦν πάντες ἐπιστάμεθα ἐφ’ ἡμῶν ὅτι οὐ μόνον ἐξέτεμε τὸν ἐρώμενον, ἀλλὰ καὶ τὸ ὄνομα αὐτοῦ μετωνόμασε γυναικεῖον, τῆς αὑτοῦ ἐρωμένης καὶ γυναικός, ἧς ἐκεῖνος ἐπιθυμήσας ἔγημεν, ἀναφανδὸν εἴρξας τὴν πρόσθεν, ἐφ’ ᾗ τὴν βασιλείαν εἰλήφει. —
7
Καὶ τί ἦν τὸ ὄνομα τῇ γυναικί, ὃ τῷ εὐνούχῳ ἔθετο; — Δ. Τί δὲ σοὶ τοῦτο; πάντως γὰρ οὐ Ῥοδογούνη ἐλέγετο. ἀλλ’ ἐκεῖνός γε καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας διεκέκριτο, καὶ παιδίσκαι ἠκολούθουν, ὁπότε βαδίζοι, καὶ ἀμπείχετο ἐσθῆτα γυναικείαν καὶ τά γε ἄλλα οὕτως ἠναγκάζετο ποιεῖν· τέλος δὲ προυτέθησαν μεγάλαι καὶ τιμαὶ καὶ χρήματα ἄπειρα τὸ πλῆθος, ὅστις αὐτὸν γυναῖκα ποιήσειεν. — Ἦ οὖν καὶ ὑπέσχοντο;
8
Δ. Τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; ἢ οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν; ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παρ’ οὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν ᾖ, κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν, τούς τε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι.