51
μόνου δʼ ἴσωσοὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν οἱ ἄνθρωποι· ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν, ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς· ἐγὼ δὲ ἂν Δαρεῖον ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύσει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων;
52
καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, ἀποτείνασαι ἑαυτὰς πέτονται,
53
Ἀλλʼ οὐδὲν ἕξεις, ἔφη, πλέον οὐδενὸς οὐδὲ τῷ ὄντι βασιλεύσεις ἀφʼ ἧς ἔχεις ταύτης διανοίας, οὐδὲ ἂν ὑπερβαλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, ὁμοίως δὲ καὶ τὸ ἐν Σούσοις καὶ τὸ ἐν Βάκτροις, οὐδʼ ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, οὐδʼ ἂν ἑτέραν προσλάβῃς μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος.
55
καὶ τίς, εἶπεν, ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον; ὁ πάντων, ἔφη, δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζων τε καὶ ἑλληνίζων. καὶ ὃς ἐταράχθη τε καὶ ἠγωνίασεν μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο,
56
τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ; σύ, ἔφη, ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος; ἔπειτα, ἔφη, οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις; πάλαι γάρ, εἶπε, λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος. καὶ οὗτος, ἔφη, ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον.
57
οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν.
58
ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι;