9
Τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι· ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον οὐκ ἔχω εἰπεῖν. ἄλλως τε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν. — Δ. Ἀλλ’ ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων ὁ σοφός· τὰ δὲ ἄλλα κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς.
10
ἐπεὶ φέρε, εἰ οὐχ ἡγεῖσθε τὸ δαιμόνιον θεῖον καὶ ἀγαθὸν καὶ μηδενὶ κακοῦ μηδενὸς αἴτιον, πῶς φατε γίγνεσθαι κακοδαίμονα ἄνθρωπον; ἢ ὅταν μὴ προσέχωσι μηδὲ πείθωνται τῷ δαιμονίῳ ἀγαθῷ ὄντι; ὥσπερ εἰ νομίζοιμεν τοὺς ἰατροὺς ἅπαντας ἀγαθοὺς εἶναι τὰ τῆς τέχνης καὶ μηδένα αὐτῶν πονηρὸν ἰατρὸν μηδὲ βλαβερόν, τῶν δὲ καμνόντων κακῶς τινας πράττοντας βλέποιμεν καὶ βλαπτομένους ἐν ταῖς νόσοις, δῆλον ὅτι τούτους ἂν φαῖμεν μὴ ἐθέλειν τὰ προσταττόμενα ποιεῖν, τοὺς δὲ πειθομένους ἀνάγκη καλῶς ἀπαλλάττειν· καὶ τί ἂν γίγνεσθαι οὐκ ἂν θαυμάζοιμεν. — Οὕτως ἔχει. —
11
Δ. Πότερον οὖν δοκοῦσί σοι οἱ ἐγκρατεῖς εἶναι καὶ σώφρονες καὶ νοῦν ἔχοντες, οὗτοι ἀπειθεῖν ἂν τοῖς ἰατροῖς τοῖς ἐμπείροις καὶ τὰ συμφέροντα προστάττουσιν, ἢ τοὐναντίον οἱ ἀνόητοι καὶ ἀκόλαστοι; — Δῆλον ὅτι οἱ ἀκόλαστοι. — Δ. Τί δέ; τῷ δαίμονι χρηστῷ ὄντι πείθεσθαι καὶ ζῆν κατ’ ἐκεῖνον πότερον ἡγῇ τῶν σωφρόνων εἶναι καὶ νοῦν ἐχόντων ἢ τῶν πονηρῶν καὶ ἀνοήτων; —
12
Τῶν σωφρόνων. — Δ. Τὸ δέ γε μὴ πείθεσθαι μηδὲ προσέχειν ἀλλ’ ἐναντίως τῷ θείῳ τε καὶ δαιμονίῳ πράττειν, τῶν κακῶν καὶ ἀγνωμόνων; — Πῶς δ’ ἂν ἄλλως λέγοιμεν; — Δ. Εἶναι δὲ τοὺς πειθομένους τῷ δαιμονίῳ τοιούτῳ ὄντι εὐδαίμονας, τοὺς δὲ ἀπειθοῦντας κακοδαίμονας; — Ἀνάγκη. — Δ. Οὐκοῦν κἀνταῦθα συμβαίνει τὸν μὲν σοφὸν καὶ φρόνιμον εὐδαίμονα εἶναι πάντα, τὸν δὲ φαῦλον κακοδαίμονα, οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ’ ὡς αὐτὸν οὐ προσέχοντα ἐκείνῳ χρηστῷ ὄντι.
(74)ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ.