4
ὕστερον δὲ ἴσως ἄλλους τε φαίη τις ἂν καὶ Θεμιστοκλέα καὶ Περικλέα γενέσθαι ʽοὐ γὰρ ἀνήκοος δήπου τυγχάνεις περὶ τοῖν ἀνδροῖν’ τὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε πεζοὺς πρότερον ὄντας καὶ τὴν χώραν καὶ τὴν πόλιν προεμένους τοῖς βαρβάροις καὶ θεῶν ἱερὰ καὶ τάφους προγόνων ἐν ταῖς ναυσὶ ποιήσασθαι πάντα τὰ σφέτερα πράγματα — καὶ ὕστερον τὸν Πειραιᾶ τειχίσαι πλειόνων ἢ ἐνενήκοντα σταδίων καὶ ἄλλα τοιαῦτα προσέταξεν αὐτοῖς, ὧν τὰ μὲν ἐπὶ τοσοῦτον ἔπραττον ἐφ’ ὅσον ἐκεῖνος παρῆν, τὰ δὲ καὶ φυγόντος αὐτοῦ καὶ τελευτήσαντος. καὶ μετὰ ταῦτα ἄλλους τινὰς ἴσως φήσεις δαίμονας γεγονέναι τῶν Ἀθηναίων, οἷον Ἀλκιβιάδην τὸν Κλεινίου καὶ Νικίαν καὶ Κλέωνα καὶ Ὑπέρβολον, τοὺς μέν τινας ἐπιεικεῖς τυχόν, τοὺς δὲ πάνυ πονηρούς τε καὶ χαλεπούς.
5
ἔτι δὲ Κῦρον Περσῶν ἀπὸ χρόνου τινὸς δαίμονα γενέσθαι καὶ βασιλικόν τινα καὶ ἐλευθέριον, ὃς δουλεύοντας αὐτοὺς Μήδοις πρότερον εἰς ἐλευθερίαν ἀφείλετο καὶ πάντων ἀπέφηνε δεσπότας τῶν κατὰ τὴν Ἀσίαν. ἔτι δὲ Καμβύσην καὶ Δαρεῖον καὶ τοὺς ἄλλους τοὺς ἐφεξῆς, τὸν μὲν Καμβύσην τά τε χρήματα αὐτῶν ἀναλίσκοντα καὶ αὐτοὺς κατατοξεύοντα καὶ στρατείας προστάσσοντα χαλεπὰς καὶ συνεχεῖς καὶ μηδέποτε ἐῶντα οἴκοι μένειν· τὸν δὲ Δαρεῖον χρήματα μὲν ὡς οἷόν τε πολλὰ συναγαγόντα καὶ τῇ χώρᾳ γενόμενον αἴτιον ὅπως ἐργασθήσεται, πολέμους δὲ καὶ τοῦτον ἀναγκάζοντα πολεμεῖν χαλεποὺς καὶ ἐπικινδύνους, καθάπερ οἶμαι τὸν πρὸς Σκύθας καὶ τὸν πρὸς Ἀθηναίους.
6
οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον ἢ Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, καὶ τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν ἁπάσης Εὐρώπης ἐγκρατεῖς. Ἀλέξανδρος δὲ ὕστερον μετ̓ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτον μὲν καὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, Αἰγὰς δὲ καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος.