1
Ἀλλ’ ἐμοὶ, ὦ ἄνδρες, οὐδ’ ὅτι εἴπω ἔπεισιν ὑπὸ λύπης ἅμα καὶ ἐκπλήξεως τοῦ αἰφνιδίου πάθους. οὐ γὰρ μόνον διὰ τὴν ἀρχὴν ἣν ἔχω μᾶλλον ἑτέρου μοι τῶν πολιτῶν οἰκεῖον τὸ συμβεβηκός, ἀλλὰ καὶ ἰδίᾳ μοι φίλος ἦν Μελαγκόμας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ὑμῶν ἐπίστανται οἱ πλείους. καὶ ἔμοιγε ἄτοπον φαίνεται τὸ ἐπὶ τοῖς τεθνεῶσιν ἔθος, ὅτι τοῖς πλεῖστα λυπουμένοις μάλιστα προσήκειν δοκεῖ τὸ ἐπ’ αὐτοῖς λέγειν. οἱ γὰρ σφοδρότατα ἀνιώμενοι
2
ἀδύνατοι λέγειν ὑπ’ αὐτοῦ τούτου εἰσίν. ἔτι δὲ καὶ ἡλικίας ἐν τούτῳ εἰμί, ἐν ᾧ ἡ μὲν τοῦ λόγου δύναμις ἧττον ἅπασιν ὑπάρχει, τὸ δὲ χαίρειν καὶ τὸ λυπεῖσθαι ἰσχυρότατον γίγνεται. ἀλλ’ ἐπειδὴ τιμιώτερος μὲν στρατηγοῦ ἔπαινος ἐπὶ στρατιώτῃ ἀγαθῷ τελευτήσαντι, τιμιώτερος δὲ παντὸς ἄρχοντος ἢ ἰδιώτου, κἀμοὶ λεκτέον τῆς ἀρχῆς ἕνεκεν ὡς ἂν δύνωμαι. πρέποι δ’ ἂν τῇ ἐκείνου ἀρετῇ καὶ τῇ ἐμῇ νεότητι μηδὲν μακρὸν ἀπαιτεῖν μηδὲ ἀκριβῆ μᾶλλον ἢ γενναῖον τὸν ἔπαινον. Πρῶτον μὲν οὖν εὐγενείας ἀληθοῦς ἔτυχεν. οὐ γὰρ εἴ τῳ πλουσίων συνέβη τυχεῖν προγόνων, οὐ μὴν οὐδ’ εἰ βασιλέων,
3
τὰ δὲ ἄλλα φαύλων, ὅδε ἂν εἴη καλῶς γεγονώς, ἀλλ’ οἱ φύντες ἐξ ἀγαθῶν, ὥσπερ ὅδε. ὁ γὰρ πατὴρ αὐτοῦ τῶν κατ’ αὐτὸν διήνεγκε τοῖς καλλίστοις, εὐψυχίᾳ καὶ ῥώμῃ. δηλοῦσι δὲ αἱ νῖκαι ἃς ἐνίκησε καὶ ἐν Ὀλυμπίασι καὶ ἐν τοῖς ἄλλοις ἀγῶσιν. αὐτὸς δὲ ἔφυ κάλλιστος ἀνθρώπων, οὐ τῶν νῦν μόνον, ἀλλ̓, ὡς ἔνεστιν εἰκάζειν ἐκ τῆς ὑπερβολῆς, καὶ ἁπάντων ἁπλῶς τῶν ἐξ ἅπαντος τοῦ χρόνου ὠνομασμένων ἐπὶ κάλλει, ὅσοι θνητοὶ ἐγένοντο.
4
οἱ μὲν γὰρ πολλοὶ τῶν νενομισμένων καλῶν, μέρη τινὰ τοῦ σώματος εὐπρεπῆ ἔχοντες, ἔπειτα δὲ ἔδοξαν καλοί, τῆς ὄψεως ἀεὶ τὰ ἥδιστα βουλομένης ὁρᾶν, τῶν δὲ ἡττόνων ἀμελούσης. οἱ δέ τινες φύσει μὲν εὐειδοῦς σώματος οὐκ ἔτυχον, ὥρα δὲ αὐτοῖς ἐπῆλθεν· ἡττώμενοι δὲ ὑπὸ τῆς ὥρας οἱ ἐντυγχάνοντες κάλλος αὐτὴν ὠνόμασαν, ἀνθούσης ἀεὶ τῆς ἀκμῆς ἐν ἅπασι καὶ ζῴοις καὶ φυτοῖς.