66
οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις τοῖς αὑτοῦ κρείττοσιν, ἀλλὰ περιελεύσῃ διάδημα ἔχων καταγέλαστον; μικρῷ δὲ ὕστερον ἴσως λόφον φύσεις καὶ τιάραν, ὥσπερ οἱ ἀλεκτρυόνες; οὐκ ἐννενόηκας τὴν τῶν Σακῶν ἑορτήν, ἣν Πέρσαι ἄγουσιν, οὗ νῦν ὥρμηκας στρατεύεσθαι; καὶ ὃς εὐθὺς ἠρώτα, Ποίαν τινά;
67
ἐβούλετο γὰρ πάντα εἰδέναι τὰ τῶν Περσῶν πράγματα. λαβόντες, ἔφη, τῶν δεσμωτῶν ἕνα τῶν ἐπὶ θανάτῳ καθίζουσιν εἰς τὸν θρόνον τὸν τοῦ βασιλέως, καὶ τὴν ἐσθῆτα διδόασιν αὐτῷ τὴν βασιλικήν, καὶ προστάττειν ἐῶσι καὶ πίνειν καὶ τρυφᾶν καὶ ταῖς παλλακαῖς χρῆσθαι τὰς ἡμέρας ἐκείνας ταῖς βασιλέως, καὶ οὐδεὶς οὐδὲν αὐτὸν κωλύει ποιεῖν ὧν βούλεται. μετὰ δὲ ταῦτα ἀποδύσαντες καὶ μαστιγώσαντες ἐκρέμασαν.
68
τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται;
69
οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις.
70
μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι. τέως δέ, ἔφη, κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα. σύ, ἔφη, κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφʼ Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα; πάνυ γε, εἶπεν, ὥσπερ ὁ πρόγονός σου.
71
ποῖος, ἔφη, πρόγονος; Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐδὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν; καὶ ὁ Ἀλέξανδρος ἀνείθη τε καὶ ἐγέλασε καὶ ἔφη, Τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις.