15
καὶ εἴ γε τότε ἐγένετο, ἅπερ ἐκεῖνοι ἔπραξεν ἄν. καὶ καθόλου δὲ ἔγωγε τοῦτο τῆς ἐν τοῖς πολέμοις ἀρετῆς προκρίνω, ὅτι πρῶτον μὲν οἱ ἐνθάδε ἄριστοι κἀκεῖ διαφέροιεν ἄν· ὁ γὰρ ἰσχυρότερος τῷ σώματι καὶ πλείω χρόνον πονεῖν δυνάμενος, οὗτος οἶμαι καὶ ἄνευ ὅπλων καὶ σὺν ὅπλοις κρείττων ἐστίν· ἔπειτα οὐχ ὅμοιον πρὸς ἰδιώτας ἀγωνίζεσθαι καὶ τῷ παντὶ φαυλοτέρους ἢ ἐξ ἁπάσης τῆς οἰκουμένης τοὺς κρατίστους ἔχειν ἀντιπάλους. κἀκεῖ μὲν ἅπαξ ὁ κρατήσας τὸν ἀνταγωνιστὴν ἀπέκτεινεν, ὥστε μὴ αὖθις ἔχειν τὸν αὐτὸν ἀντίπαλον· ἐνθάδε δὲ ἡ νίκη περὶ τῆς ἡμέρας ἐκείνης ἐστίν, ἔπειτα καὶ τοὺς ἡττωμένους ὁμοίως ὁ νικῶν ἀνταγωνιστὰς ἔχει καὶ τῶν ἄλλων τὸν βουλόμενον.
16
ἔτι δὲ ἐνθάδε μὲν ὁ κρείττων τοῦ ἥττονος περίεστιν· οὐδενὶ γὰρ ἄλλῳ ἢ τῇ εὐψυχίᾳ καὶ ἰσχύϊ δεῖ κρατεῖν· ἐν δὲ τοῖς πολέμοις ἡ τοῦ σιδήρου δύναμις, πολὺ κρείττων οὖσα τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐᾷ τὴν τῶν σωμάτων ἀρετὴν ἐξετάζεσθαι, πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται. ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ τοῦ ἀθλητοῦ εἴρηκα καὶ ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ. ἴσως δὲ κἀμοὶ καὶ τοῖς παροῦσι προσήκων ὁ λόγος, ὥστε τοῦτο ἄριστον ἀποφαίνειν. ὅτῳ ἄρα ὑπῆρξε μὲν κάλλος σώματος, ὑπῆρξε δὲ ἀνδρεία καὶ εὐψυχία, ἔτι δὲ σωφροσύνη καὶ τὸ ἀήττητον γενέσθαι, τίνα ἂν τοῦδε τοῦ ἀνδρὸς εὐδαιμονέστερόν τις φήσειεν;
17
καίτοι αὐτῷ τούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν ἀνδρεία καὶ σωφροσύνη· κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους, ὅταν τις περιβόητος ᾖ τὸ εἶδος, ἡδίονος δ’ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ ἄν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς μὲν ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν δοκεῖ πρᾶξαι λαμπρόν·