13
ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δ’ ἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις; Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, Ταῦτα μέν, ἔφη, καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν· ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι.
(80)ΧΑΡΙΔΗΜΟΣ.
1
Δ. Ἀκηκόειν μὲν καὶ πρότερον πρὶν ὑμᾶς ἰδεῖν πρὸ ἱκανοῦ περὶ τῆς Χαριδήμου τελευτῆς. εὐθὺς γὰρ ἐπυνθανόμην, ὡς παρέβαλον δευρί, περί τε ἄλλων τινῶν καὶ μάλιστα δὴ περὶ τούτων ἀμφοτέρων, ὅπου τε εἶεν καὶ ὅ,τι πράττοιεν. καί μοί τις ἐντυχὼν οὐ πάνυ τι αὐτοὺς ἐπιστάμενος, ἀλλ’ ὅσον ἀκοῦσαι τὰ ὀνόματα, ἠρώτησεν εἰ τοὺς Τιμάρχου υἱεῖς λέγω· κἀμοῦ φήσαντος, τοῦτον ἐδήλου, τὸν νεώτερον δὴ λέγων, ἐν Μεσσήνῃ ἔτι εἶναι μετὰ σοῦ διὰ τὸ πένθος τἀδελφοῦ· τελευτῆσαι γὰρ αὐτοῖν τὸν πρεσβύτερον.
2
φανερὸς οὖν ἦν Χαρίδημον ἀπαγγέλλων τεθνηκέναι· καὶ τότε μὲν ἐδόκει καὶ ἀμφιβολία τις εἶναι, καίτοι σαφῶς τἀνθρώπου εἰρηκότος· αὖθις δὲ ἀκριβέστερον ἔγνωμεν. καὶ οἶμαί γε ἐμαυτὸν οὐ πολύ τι ἔλαττον ὑμῶν δηχθῆναι· τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν τοῦ τε πατρὸς καὶ ἀδελφοῦ.