6
Δ. Ἀλλ’ ἦ τι ἄλλο ὑμῖν ἐπέστειλεν ἢ διελέχθη τελευτῶν; — Τ. Πολλὰ καὶ δαιμόνια, ὥς γε ἐμοὶ δοκεῖ πατρὶ ὄντι· ὅς γε ἐν τούτῳ τῆς ἡλικίας ἐκ τοῦ βίου μεθιστάμενος οὐχ ὅπως ὠλοφύρετο αὑτὸν ἢ λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον ἡμᾶς παρεμυθεῖτο. καὶ τά γε τελευταῖα τὸν παῖδα καλέσας ἐκέλευε γράφειν, ὥσπερ ἐνθουσιῶν, παράκλησίν τινα ἡμῖν, ὥστε ὑπενόουν ἐγὼ μὴ ἄρα ἐξεστηκὼς ἤδη διὰ τὸν θάνατον ταῦτα ποιοῖ· πλὴν ὅτι οἱ παρόντες θαυμαστῶς ἐπῄνουν. —
7
Δ. Ἔχεις οὖν τὰ γεγραμμένα; — Τ. Πῶς γὰρ οὔ; — Δ. Θέλεις οὖν εἰπεῖν; — Τ. Ἀλλ’ αἰσχύνομαι μὴ οὐκ ὀρθῶς ἔχῃ, ὡς ὑπὸ νεωτέρου τε καὶ ἐν τοιούτῳ καιρῷ εἰρημένα. καὶ γὰρ ἐκεῖνος ἐδόκει μοι μᾶλλον ἑνὸς σοῦ παρόντος ἂν εὐλαβηθῆναί τι εἰπεῖν ἢ τῶν ἄλλων ἁπάντων. — Δ. Οὐ πρὸς ἀλλότριον ἀναγνώσῃ, ὦ βέλτιστε, καὶ ἅμα οὐ τὴν ἑρμηνείαν ποθῶ γνῶναι τοσοῦτον ὅσον τὴν διάνοιαν ἀφ’ ἧς ἔλεγεν, εἰ τῷ ὄντι εὐθύμως καὶ θαρρῶν ἀπέθνησκεν. —
8
Τ. Ἀλλ’ ἔστι ταῦτα· ʽΤὰ μὲν καθ̓ ἡμᾶς οὕτω γέγονεν ὡς ἔδοξε τῷ θεῷ, χρὴ δὲ μηδὲν τῶν ὑπ’ ἐκείνου γιγνομένων χαλεπὸν ἡγεῖσθαι μηδὲ δυσχερῶς φέρειν, ὡς παραινοῦσιν ἄλλοι τε σοφοὶ καὶ οὐχ ἥκιστα Ὅμηρος, λέγων μηδαμῇ ἀπόβλητα εἶναι ἀνθρώποις τὰ θεῶν δῶρα, καλῶς ὀνομάζων δῶρα τὰ ἔργα τῶν θεῶν, ὡς ἅπαντα ἀγαθὰ ὄντα καὶ ἐπ’ ἀγαθῷ γιγνόμενα.
9
ἐγὼ μὲν οὖν οὕτω φρονῶ καὶ δέχομαι πρᾴως τὴν πεπρωμένην, οὐκ ἐν ἑτέρῳ καιρῷ ταῦτα λέγων, ἀλλὰ παρούσης τε αὐτῆς καὶ τὴν τελευτὴν ὁρῶν οὕτως ἐγγύθεν. ὑμεῖς δὲ ἐμοὶ πιστεύοντες, ἐπειδὴ καὶ μᾶλλον ὑμῶν ἐπεμελήθην ἀληθείας, καθ’ ὅσον οἷοί τέ ἐστε, μὴ συγχωρεῖτε τῇ ἀλγηδόνι, ὡς μηδενὸς ἐμοὶ δεινοῦ συμβεβηκότος,