18
ὁμοίως δὲ καὶ ταῖς τύχαις τε καὶ δόξαις καὶ τιμαῖς ἀλλήλων ὑπερέχειν, ὥσπερ τοῖς σώμασιν. εἶναι γὰρ τοὺς μὲν βασιλέας, τοὺς δὲ ἰδιώτας, καὶ τοὺς μὲν πλουσίους, τοὺς δὲ ἀπόρους. καὶ οὐδέν γε παρὰ τοῦτο ἔλαττον κακοπαθεῖν καὶ συνέχεσθαι τῷ αὐτῷ δεσμῷ τοὺς εὐδαίμονας καλουμένους τῶν πενήτων τε καὶ ἀδόξων, ἀλλὰ μᾶλλον τούτων ἐκείνους.
19
ἰσχνοτέροις γὰρ οὖσιν αὐτοῖς κεχαλάσθαι τὸν δεσμὸν καὶ λαγαρώτερον ἑκάστῳ περικεῖσθαι· τοῖς δὲ βασιλεῦσι καὶ τυράννοις, οἷα δὴ πεφυσημένοις τὴν ψυχὴν καὶ σφόδρα εὐεκτοῦσι, μᾶλλον ἐγκεῖσθαι καὶ θλίβειν· ὥσπερ ἐν τοῖς τὰ σώματα δεδεμένοις τοὺς παχεῖς τε καὶ ὀγκώδεις τῶν λεπτῶν τε καὶ ἀτρόφων μᾶλλον ὁ δεσμὸς πιέζει· τινὰς μέντοι καὶ λίαν ὀλίγους πάρεσίν τινα ἔχειν ἐκ τοῦ θεοῦ, καὶ δεδέσθαι μέν, ἐλαφρῶς δὲ
20
πάνυ δι’ ἐπιείκειαν· ὑπὲρ ὧν αὖθις λέξομεν. πρότερον δὲ εἰπεῖν ἄξιον, ὡς ἐγώ ποτε ἤκουσα ἀνδρὸς ἀγύρτου παῖς ὤν, ὁποίαν τινὰ ἔφασκεν εἶναι τὴν ἅλυσιν, οὔτι που ταῖσδε ὁμοίαν, ἐκ σιδήρου τε καὶ χαλκοῦ πεποιημένην, πολὺ μέντοι κραταιοτέραν, τὸ δὲ σχῆμα καὶ τὴν πλοκὴν παραπλησίαν. ὥσπερ γὰρ αἵδε εἰσὶν ἐκ κρίκων τινῶν κεχαλκευμέναι δι’ ἀλλήλων διαβεβλημένων, καὶ τοῦτο ἀπ̓ ἀρχῆς μέχρι τέλους· οὕτω δὴ κἀκείνην ἔχειν, ᾗ δὴ ἔφαμεν τοὺς ἀνθρώπους ὑπὸ τῶν θεῶν δεδέσθαι.
21
συνηρτῆσθαι δὲ αὐτὴν ἅπασαν ἐξ ἡδονῆς τε καὶ λύπης, καὶ ταῦτα ἐξ ἀλλήλων πεπλέχθαι, τό τε ἡδὺ καὶ λυπηρόν, καὶ τῷ ἑτέρῳ τὸ ἕτερον ἐξ ἀνάγκης ἀεὶ ἀκολουθεῖν, ὥσπερ οἶμαι τοὺς κρίκους τῆς ἁλύσεως· ἕπεσθαι δὲ ταῖς μὲν μεγάλαις ἡδοναῖς μεγάλας λύπας, ταῖς δὲ σμικραῖς σμικροτέρας, καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον. διὰ τοῦτο καὶ λύπην πρὸ αὐτοῦ συμβαίνειν μεγίστην· δῆλον γὰρ ὡς οὐκ ἔστιν ἀνθρώπῳ μείζων ταύτης τῆς λύπης καὶ ὀδύνης τῆς ἀγούσης ἐπὶ τὸν θάνατον.