22
ἔλεγε δὲ καὶ κατ’ ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας· καλεῖσθαι δὲ ὑφ’ ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοις τε καὶ ἠλιθίοις ὑπερόγκους τε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαι τε καὶ λεπτὰς περικεῖσθαι.
23
καὶ γάρ τοι προσείκαζε καὶ ῥίνῃ τι, πάνυ ἀνδρικῶς ἑπόμενος τῇ εἰκόνι· τοῦτο δὲ ἔφη μόνους εὑρίσκειν τοὺς κομψούς τε καὶ δριμεῖς. ἀποκεκλεῖσθαι γὰρ αὐτὸ πάνυ ἀκριβῶς, ὥσπερ εἴ τις ἐν δεσμωτηρίῳ ῥίνην ἀποκρύψειεν, ὅπως μηδεὶς τῶν δεσμωτῶν λαβὼν ἔπειτα λύσειεν ἑαυτόν. τοὺς οὖν φιλοτίμους καὶ φιλοπόνους μόλις μέν, ὅμως δὲ ἀνευρίσκειν. καλεῖσθαι δὲ ὑπ’ αὐτῶν αὐτὸ λόγον. ἐπειδὰν οὖν τάχιστα εὕρωσι, χρῆσθαί τε καὶ ῥινᾶν τὰ δεσμὰ καὶ ποιεῖν τῆς ἁλύσεως τὸ καθ’ αὑτοὺς ὡς οἷόν τε ἰσχνότατον καὶ ἀσθενέστατον, μέχρις ἂν ᾗ δυνατὸν κατεργάσωνται τάς τε ἡδονὰς καὶ τὰς λύπας.
24
βραδὺ δὲ τοῦτο γίγνεται. μόλις γὰρ αὐτῶν ὁ λόγος, ἅτε στερεῶν ὄντων καὶ ἀδαμαντίνων, καθικνεῖται καὶ κατὰ μικρὸν ἀπεσθίει, παντελῶς δὲ οὐκ ἂν δύναιτο δαπανῆσαι καὶ διελεῖν. ὅτῳ δ’ ἂν ἐγγένηται τοῦτο τὸ φάρμακον καὶ φιλοπόνως αὐτῷ χρήσηται δι’ ἡμέρας καὶ νυκτὸς ἐφ’ ὅσον οἷόν τ̓ ἐστίν, εὐχερῶς ἤδη τὴν φρουρὰν φέρει καὶ περιέρχεται παρὰ τοὺς ἄλλους ὥσπερ λελυμένος, καὶ τοῦ χρεὼν ἐπιστάντος ῥᾳδίως ἄπεισιν, ὡς ἂν οὐκέτι βίᾳ κρατούμενος οὐδὲ σφιγγόμενος. ἐκ τούτων ἐνίοτε οἱ θεοί τινας καὶ παρέδρους ἑαυτοῖς ποιοῦνται δι’ ἀρετὴν καὶ σοφίαν, καθόλου τῆς τιμωρίας ἀπαλλάξαντες.