25
ταῦτα μέν τις εἶπεν ἀνὴρ δυσάρεστος, ὡς ἐγὼ δοκῶ, καὶ πολλὰ λελυπημένος κατὰ τὸν βίον, ὀψὲ παιδείας ἀληθοῦς ᾐσθημένος, οὐ μὴν ἀληθῆ γε οὐδὲ πρέποντα θεοῖς. ἕτερος δὲ βελτίων ἐστὶ τοῦδε λόγος, ὃν πολὺ ἂν εἴποιμι προθυμότερον. ἤκουσα δὲ αὐτὸν ἀνθρώπου γεωργοῦ ἐν ἀγροίκῳ τινὶ ῥυθμῷ καὶ μέλει· πλὴν τοῦτο μὲν ἴσως οὐδὲν ἡμᾶς δεῖ μιμεῖσθαι, τὴν δὲ διάνοιαν αὐτὴν ἀπομνησθῆναι πειρασόμεθα.
26
ἔλεγε δὲ ὑμνῶν τόν τε Δία καὶ τοὺς ἄλλους θεοὺς ὡς ἀγαθοί τε εἶεν καὶ φιλοῖεν ἡμᾶς, ἅτε δὴ ξυγγενεῖς ὄντας αὐτῶν. ἀπὸ γὰρ τῶν θεῶν ἔφη τὸ τῶν ἀνθρώπων εἶναι γένος, οὐκ ἀπὸ Τιτάνων οὐδ’ ἀπὸ Γιγάντων. ὅτε γὰρ τὰ σύμπαντα ἔσχον, ὥσπερ ἀποικίαν τινὰ αὑτῶν ἐν τῇ γῇ ἐρήμῃ οὔσῃ κατοικίσαι τοὺς ἀνθρώπους ἐφ’ ἥττοσι τιμαῖς καὶ ὄλβῳ, δικαίοις δὲ καὶ νόμοις τοῖς αὐτοῖς· ὥσπερ αἱ μεγάλαι πόλεις καὶ εὐδαίμονες τὰς μικρὰς κατοικίζουσι· καί μοι ἐδόκει λέγειν οὐ προστιθεὶς αὐτὸς τὰ ὀνόματα, οἷον Ἀθηναῖοι Κυθνίους ἢ Σεριφίους ἢ Λακεδαιμόνιοι Κυθηρίους τὸ παλαιὸν ἐπὶ νόμοις τοῖς αὐτοῖς ᾤκισαν· καὶ μιμήματά γε παρ’ ἑκάστοις τούτοις ἰδεῖν ἔστι τῶν ἐθῶν καὶ τῆς πολιτείας, ἣν οἱ κτίσαντες ἔχουσιν, ἀσθενῆ δὲ πάντα καὶ χείρονα. τὴν μέντοι διαφορότητα οὐκ ἴσην εἶναι.
27
τοὺς μὲν γὰρ ἅτε ἀνθρώπους ἀνθρώπων διαφέρειν, τὴν δὲ τῶν θεῶν ὑπεροχὴν πρὸς ἡμᾶς ἄπειρόν τινα εἶναι. μέχρι μὲν οὖν ἔτυχε νεοκατάστατος ὤν ὁ βίος, τοὺς θεοὺς αὐτούς τε παραγίγνεσθαι καὶ πέμπειν ὥσπερ ἁρμοστὰς παρ’ αὑτῶν ἄρχοντας τοὺς ἐπιμελησομένους, οἷον Ἡρακλέα τε καὶ Διόνυσον καὶ Περσέα καὶ τοὺς ἄλλους, οὓς ἀκούομεν θεῶν παῖδας, τοὺς δὲ ἐκγόνους, γενέσθαι παρ’ ἡμῖν· ἔπειτα ὕστερον ἐᾶσαι δι’ αὑτῶν οἰκεῖν ὅπως ἂν δυνώμεθα. καὶ τότε δὴ τὰ ἁμαρτήματα καὶ τὰς ἀδικίας ξυμβαίνειν.