41
οἱ δὲ μέτριοί τε καὶ ἐπιεικεῖς τῇ μὲν ἡδονῇ πρᾴως χρῶνται καὶ διὰ χρόνου φοβούμενοι· ὥσπερ δὲ ἄνθρωπος ἐλευθέριος κληθεὶς ὑπό τινος τῶν κρειττόνων, βασιλέως ἢ δυνάστου, τοῦ μὲν ἐσθίειν καὶ πίνειν ἀμελεῖ, πλὴν ὅσον ἀναγκαῖον, προσέχει δὲ τοῖς ἔνδον καὶ τούτοις τέρπεται· κἀκεῖνοι μέθης μὲν καὶ πεττῶν καὶ ἀστραγάλων ἀμελοῦσιν, ὁρῶσι δὲ τἄνδον ὅπως ἔχει, καὶ τόν τε ἀνδρῶνα, ἐν ᾧ κατάκεινται, θαυμάζουσί τε καὶ ζητοῦσιν ὅπως γέγονε, καὶ τὰ ἐν αὐτῷ πάντα ὥσπερ γραφάς τινας εὐειδεῖς καὶ καλὰς κατανοοῦσι, καὶ τὴν ἄλλην οἰκονομίαν τε καὶ τάξιν καὶ τὰς ὥρας, ὡς εὖ τε καὶ ἐπισταμένως ἅπαντα πράττουσι, καὶ προσέχουσιν αὐτοῖς, καὶ μόνοι δὴ τοῦ κάλλους αἰσθάνονται.
42
μέλει δ’ αὐτοῖς ὅπως μὴ δοκῶσιν ὡς τυφλοί τε καὶ κωφοὶ μετειληφέναι τούτων, ἀλλὰ καὶ ἀπαλλαγέντες ἔχωσί τι εἰπεῖν περὶ αὐτῶν, εἴ τις πυνθάνοιτο, ἅ τε εἶδον ἅ τε ἔγνωσαν. καὶ ταῦτα φροντίζοντες καὶ μετὰ νοῦ τῆς ἡδονῆς ἐμμελῶς μετέχοντες διάγουσιν, εἷς ἑνὶ διαλεγόμενοι καὶ κατὰ δύο καὶ τρεῖς ὅμοιοι. ἐνίοτε δὲ μεγάλης κραυγῆς γενομένης καὶ θορύβου παρὰ τῶν μεθυόντων κἀκεῖσε ἀπέβλεψαν, ἔπειτα εὐθὺς πάλιν πρὸς ἑαυτοῖς ἐγένοντο.
43
καὶ ἐπειδὰν ἀπιέναι δέῃ, οἱ μὲν ἄσωτοι καὶ ἀκρατεῖς ὑπὸ τῶν ἀκολουθούντων ἕλκονται καὶ σύρονται μετὰ πόνων τε καὶ νοσημάτων κεκραγότες καὶ οἰμώζοντες, οὐδὲν εἰδότες οὔτε ὅποι παρῆλθον οὔτε ὅπως εἱστιάθησαν, κἂν πάνυ πολύν τις αὐτῶν μείνῃ χρόνον. οἱ δὲ ὀρθοί τε καὶ ἀσφαλῶς τοῖς ἑαυτῶν ποσὶν ἀπίασι, προσαγορεύσαντες τοὺς φίλους, φαιδροί τε καὶ γεγηθότες, ὡς οὐδὲν ἀσχημονήσαντες.
44
ταῦτα οὖν ὁ θεὸς ἐπισκοπῶν καὶ πάντας ὁρῶν ὡς ἐν ἰδίῳ οἴκῳ ὅπως ἕκαστος εἱστιᾶτο, τοὺς βελτίστους ἀεὶ παῤ αὑτὸν καλεῖ, κἄν τῳ σφόδρα ἀρεσθεὶς τύχῃ, μένειν αὐτὸν κελεύει καὶ συμπότην καὶ ἑταῖρον ἐποιήσατο, καὶ τοῦ νέκταρος ἤδη οὗτος εὐωχεῖται. τοῦτο δὲ ἔοικε μὲν τῷ τῆς σωφροσύνης πώματι, διαυγέστερον δέ ἐστιν ἐκείνου πολὺ καὶ καθαρώτερον, ὡς ἂν οἶμαι θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνησ̓. —