79
βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅμα τε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆκαὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι, λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς,
80
ὁ δὲ ἴδιος ἑκάστου νοῦς, οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς.
81
ἵνα δέ, ἔφη, μὴ καθʼ ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφʼ ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον.
82
πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαι τε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος οὐδὲ πάθος οὐδὲ συμφορὰν θεήλατον, ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
83
τριῶν δὲ ἐπικρατούντων, ὡς ἔπος εἰπεῖν, βίων, εἰς οὓς μάλιστα ἐμπίπτουσιν οἱ πολλοί, μὰ Δίʼ οὐ μετὰ λογισμοῦ σκεψάμενοι καὶ δοκιμάσαντες, ἀλόγῳ δὲ ὁρμῇ καὶ τύχῃ προσενεχθέντες, τοσούτους φατέον εἶναι καὶ δαίμονας, οἷς συνέπονται καὶ λατρεύουσιν ὁ πολὺς καὶ ἀμαθὴς ὅμιλος, ἄλλοι ἄλλῳ, καθάπερ ἡγεμόνι πονηρῷ καὶ μαινομένῳ πονηρὸς καὶ ἀσελγὴς θίασος.
84
ἔστι δὲ τούτων ὧν ἔφην βίων ὁ μὲν ἡδυπαθὴς καὶ τρυφερὸς περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δʼ αὖ φιλοχρήματος καὶ φιλόπλουτος, ὁ δὲ τρίτος ἀμφοτέρων ἐπιφανέστερός τε καὶ μᾶλλον τεταραγμένος, ὁ φιλότιμος καὶ φιλόδοξος, ἐκδηλοτέραν καὶ σφοδροτέραν ἐπιδεικνύμενος τὴν ταραχὴν καὶ τὴν μανίαν, ἐξαπατῶν αὑτόν, ὡς καλοῦ δή τινος ἐραστήν.