91
εἶεν· ὁ μὲν δὴ φιλοχρήματος δαίμων χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων καὶ συνοικιῶν καὶ πάσης κτήσεως ἐραστής. ἆρα οὐκ ἂν σκυθρωπός τε καὶ συννεφὴς ἰδεῖν ἐν σχήματι ταπεινῷ καὶ ἀγεννεῖ πλάττοιτο ὑπὸ δημιουργοῦ μὴ φαύλου τὴν τέχνην; αὐχμηρὸς καὶ ῥυπῶν, οὔτε παῖδας ἢ γονέας οὔτε πατρίδα φιλῶν, ἢ συγγένειαν ἄλλο τι νομίζων ἢ τὰ χρήματα, τοὺς δὲ θεοὺς πλέον οὐδὲν εἶναι λογιζόμενος, ὅ τι μὴ πολλοὺς αὐτῷ μηδὲ μεγάλους θησαυροὺς παραδεικνύουσιν ἢ θανάτους οἰκείων τινῶν καὶ συγγενῶν, ὅπως ἔχοικληρονομεῖν, τὰς δὲ ἑορτὰς ζημίαν ἄλλως ἡγούμενος καὶ ματαίαν δαπάνην, ἀγέλαστος καὶ ἀμειδίατος,
92
ὑφορώμενος ἅπαντας καὶ βλαβεροὺς ἡγούμενος καὶ ἀπιστῶν πᾶσιν, ἁρπακτικὸν βλέπων, ἀεὶ κινῶν τοὺς δακτύλους, ἤτοι τὴν αὑτοῦ λογιζόμενος οὐσίαν ἢ τῶν ἄλλων τινός, τἄλλα δὲ ἀναίσθητος καὶ ἀμαθής, παιδείας καὶ γραμμάτων καταγελῶν,
93
πλὴν ὅσον περὶ λογισμοὺς καὶ συμβόλαια, τυφλοῦ δικαίως καὶ λεγομένου καὶ γραφομένου τοῦ πλούτου τυφλότερος ἐραστής, περὶ πάντα λυττῶν κτήματα καὶ οὐδὲν ἀπόβλητον ἡγούμενος, οὐχ ὥσπερ τὴν μαγνῆτιν λίθον ἕλκειν φασὶ πρὸς αὑτὴν τὸν σίδηρον, ἀλλὰ καὶ χαλκὸν καὶ μόλυβδον προσαγόμενος, κἂν ψάμμον ἢ λίθον διδῷ τις, πανταχῇ καὶ περὶ πάντα σχεδόν τι τὸ ἔχειν τοῦ μὴ ἔχειν λυσιτελέστερόν τε καὶ ἄμεινον ἡγούμενος, μάλιστα δὲ περὶ τὴν τοῦ ἀργυρίου κτῆσιν ἔκφρων καὶ συντεταμένος, ὅτι δὴ τάχιστα κἀδαπανώτατα πρόεισι, σὺν ἡμέρᾳ καὶ νυκτὶ προβαῖνον καὶ φθάνον οἶμαι τὰς τῆς σελήνης περιόδους,
94
τὸ δὲ τῆς ἀπεχθείας καὶ τὸ τοῦ μίσους καὶ τῶν βλασφημιῶν οὐδαμῇ λογιζόμενος, ἔτι δὲ τῇ μὲν ἄλλῃ κτήσει καλλωπισμόν τινα προσεῖναι καὶ διατριβὴν ἡγούμενος, τὸ δὲ ἀργύριον ὡς ἐν βραχυτάτῳ συνειληφέναι τὴν τοῦ πλούτου δύναμιν.
95
τοῦτο οὖν διώκει καὶ ζητεῖ πανταχόθεν, οὐδέν τι μεταστρεφόμενος, οὔτʼ εἰ μετʼ αἰσχύνης οὔτʼ εἰ μετʼ ἀδικίας γίγνοιτο, πλὴν ὅσον τὰς κολάσεις ὑφορώμενος ὁδοιδόκων ἀσφαλέστερος δειλίᾳ κρατηθείς, κυνὸς ἀχρήστου ψυχὴν ἔχων, τὰ μὲν ἁρπάζοντος, ἐὰν ἐλπίσῃ λήσεσθαι, τοῖς δὲ ἐπεμβλέποντος καὶ ἄκοντος ἀπεχομένου διὰ τοὺς ἐφεστηκότας φύλακας.