122
κἀκεῖνος ἀσθενέσι καὶ κούφοις τῷ ὄντι πιστεύσας πτεροῖς, λέγω δὲ τιμαῖς τε καὶ ἐπαίνοις ὑπὸ τῶν ἀνθρώπων τῶν πολλῶν ὡς ἔτυχε γιγνομένοις, ἐπισφαλῶς καὶ ἀσταθμήτως φέρεται καὶφέρει τὸν ἄνδρα τὸν αὑτοῦ ζηλωτήν τε καὶ ὑπηρέτην, νῦν μὲν ὑψηλὸν καὶ μακάριον πολλοῖς φαινόμενον, πάλιν δὲ αὖ ταπεινόν τε καὶ ἄθλιον τοῖς τε ἄλλοις καὶ πρώτῳ καὶ μάλιστα αὑτῷ δοκοῦντα.
123
εἰ δέ τῳ οὐ φίλον πτηνὸν αὐτὸν διανοεῖσθαι καὶ ποιεῖν, ὁ δὲ ἀφομοιούτω αὐτὸν τῇ τοῦ Ἰξίονος χαλεπῇ καὶ βιαίῳ φορᾷ τε καὶἀνάγκῃ, τροχοῦ τινος ῥύμῃ κύκλῳ κινουμένου τε καὶ φερομένου. οὐ γὰρ ἀπεοικὸς οὐδὲ μακρὰν δὴ τῶν σοφῶν τε καὶ κομψῶν εἰκασμάτων εἴη ἂν ὁ τροχὸς δόξῃ παραβαλλόμενος, τῇ τε κινήσει καὶ μεταβολῇ πάνυ ῥᾳδίως περιθέων, ἐν δὲ τῇ περιφορᾷ παντοῖα σχήματα τὴν ψυχὴν ἀναγκάζων λαμβάνειν μᾶλλον ἢ ὁ τῶν κεραμέων τὰ ἐπʼ αὐτῷ πλαττόμενα.
124
ἄνδρα δὴ τοιοῦτον εἱλούμενον ἀεὶ καὶ περιφερόμενον, κόλακα δήμων τε καὶ ὄχλων ἐν ἐκκλησίαις ἢ ἐπιδείξεσιν ἢ βασιλέων ἢ τυράννων λεγομέναις δὴ φιλίαις καὶ θεραπείαις, τίς οὐκ ἂν ἐλεήσειε τῆς φύσεως καὶ τοῦ βίου; λέγω δὲ οὐχ ὃς ἂν ἀπὸ τοῦ βελτίστου προεστηκὼς πολύ τι πλῆθος ἀνθρώπων πειθοῖκαὶ λόγῳ μετʼ εὐνοίας καὶ δικαιοσύνης πειρᾶται ῥυθμίζειν τε καὶ ἄγειν ἐπὶ τὰ βελτίω.
125
ἐχέτω δὴ καὶ οὗτος ἡμῖν ὁ δαίμων τέλος, ἵνα μὴ νῦν στολάς τε καὶ μορφὰς προστιθέντες αὐτῷ καὶ τἄλλα τὰ προσήκοντα πολὺν καὶ ἄπειρον εἰσφερώμεθα λόγων ὄχλον.
126
εἴη δʼ ἂν αὐτοῦ τὸ ἦθος, ὡς ἐν βραχεῖ περιλαβεῖν, φιλόνικον,ἀνόητον, χαῦνον, ἀλαζονείᾳ καὶ ζηλοτυπίᾳ καὶ πᾶσι τοῖς τοιούτοις ἔγγιστα χαλεποῖς καὶ ἀγρίοις πάθεσιν. ἅπαντα γὰρ ταῦτα φιλοτίμῳ τρόπῳ ψυχῆς ἀκοινώνητα
127
καὶ ἄγρια καὶ χαλεπὰ ἀνάγκη πᾶσα συνέπεσθαι, ἔτι δὲ αὐτὸν πολὺ μεταλλάττειν καὶ ἀνώμαλον ἔχειν τὴν διάνοιαν, ἅτε ἀνωμάλῳ δουλεύοντα καὶ προσέχοντα πράγματι, πυκνότερον καὶ συνεχέστερον ἢ τοὺς κυνηγέτας φασὶ χαίροντα καὶ λυπούμενον· ἐκείνοις γὰρ δὴ μάλιστα τοῦτο πλεῖστον καὶ συνεχέστατον συμβαίνειν λέγουσι, φαινομένης τε καὶ ἀπολλυμένης τῆς ἄγρας·