1
Μῦθον Λιβυκὸν ἐκπονεῖν καὶ περὶ τὰ τοιαῦτα κατατρίβειν τὴν περὶ λόγους φιλοπονίαν οὐκ εὐτυχὲς μέν, οὐ γὰρ οὖν τῶν πρὸς ζῆλον τοῖς ἐπιεικεστάτοις ἀνθρώπων ἀπονευόντων, ἀλλʼ ὅμως οὐκ ἀφεκτέον ὀλιγωρίᾳ τῆς περὶ τὰ τοιαῦτα ἀδολεσχίας. τάχα γὰρ ἄν ποτε καὶ ἡμῖν χρείαν οὐ φαύλην παράσχοι ἑλκόμενά πῃ πρὸς τὸ δέον καὶ παραβαλλόμενα τοῖς οὖσι καὶ ἀληθέσιν.
2
ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται· ἐκεῖνοι γὰρ ἐνίοτε τοῖς ἀκάρποις καὶ ἀγρίοις ἐνθέντες καὶ ἐμφυτεύσαντες τὰ ἥμερα καὶ καρποφόρα χρήσιμον ἀντʼ ἀχρήστου καὶ ὠφέλιμον ἀντὶ ἀνωφελοῦς ἀπέδειξαν τὸ φυτόν.
3
οὕτω δὴ καὶ τοῖς ἀνωφελέσι μυθεύμασι λόγος ἐμβληθεὶς χρήσιμος καὶ συμφέρων οὐδὲ ἐκεῖνα εἴασεν εἶναι μάτην λεγόμενα. τυχὸν δὲ καὶ οἱ πρῶτοι συντιθέντες αὐτὰ πρός τι τοιοῦτον συνέθεσαν, αἰνιττόμενοι καὶ μεταφέροντες τοῖς δυναμένοις ὀρθῶς ὑπολαμβάνειν.
4
τόδε μὲν δὴ προοίμιον, ὡς ἔφη τις, τοῦ νόμου. τὸ λοιπὸν δʼ ἂν εἴη αὐτὸν τὸν νόμον ἢ τὸν μῦθον λέγειν τε καὶ ᾅδειν, ὁποίῳ μάλιστα ἀφομοιοῦμεν εἰκάσματι τὰς ἐπιθυμίας.
5
λέγεται γὰρ πάλαι ποτὲ θηρίων εἶναί τι γένος χαλεπὸν καὶ ἄγριον, πλεῖστον καὶ μάλιστα γιγνόμενον ἐν τοῖς ἀοικήτοις τῆσΛιβύης. ἥδε γὰρ ἡ χώρα καὶ νῦν ἔτι δοκεῖ παντοδαπὰς φέρειν ζῴων φύσεις, ἑρπετῶν τε καὶ ἄλλων θηρίων.
6
ἐν οἷς εἶναι καὶ τοῦτο τὸ γένος, ὑπὲρ οὗ νῦν ὁ λόγος, σύνθετον τὴν τοῦ σώματος ἰδέαν σχεδὸν ἐκ τῶν πλεῖστον διαφερόντων, παντελῶς ἄτοπον. πλανᾶσθαι δὲ αὐτὸ μέχρι τῆσδε τῆς θαλάττης ἐπὶ τὴν Σύρτιν τροφῆς ἕνεκα.
7
θηρᾶν μὲν γὰρ καὶ τἄλλα θηρία, τούς τε λέοντας καὶ παρδάλεις ὡς ἐκεῖνα τάς τε ἐλάφους καὶ τοὺς ἀγρίους ὄνους καὶ τὰ πρόβατα, μάλιστα δὲ ἥδεσθαι τῇ τῶν ἀνθρώπων ἄγρᾳ.
8
ὧν δὴ καὶ ἕνεκεν ἐγγὺς ἀφικνεῖσθαι τῶν οἰκουμένων μέχρι τῆς Σύρτεως. ἔστι δὲ ἡ Σύρτις κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺτῆς χώρας καὶ τριῶν ἡμερῶν, φασί, πλοῦς ἀκωλύτως πλέουσι.