2
οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρἈττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήν τε Πελοπόννησον καὶ Θετταλίαν· εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον ὕδωρ, περιέχεσθαί τε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης· ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τιναοὖσαν· τὴν δὲ αὖ πόλιν ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν.
3
σημεῖον δέ· τοὺς γὰρ ἀπὸ τοῦ Σουνίου καταίροντας εἰς τὸν Πειραιᾶ μὴ δύνασθαι ἄλλως ἢ νότῳ κατᾶραι. εἰκότως οὖν τὸν χειμῶνα γίγνεσθαι πρᾷον. ἐν δὲ τῇ Κορίνθῳ τὸ θέρος εὔπνουν, διὰ τοὺς εἰσέχοντας κόλπους ἀεί ποτε τῶν πνευμάτων ἐκεῖσεσυρρεόντων· ὅ τε Ἀκροκόρινθος ἐπισκιάζει καὶ αὐτὴ μᾶλλον ἐπὶ τὸ Λέχαιον καὶ πρὸς τὴν ἄρκτον ἀποκλίνει.
4
πολὺ δὲ καλλίονας ὑπάρχειν τὰς πόλεις ταύτας Ἐκβατάνων καὶ Βαβυλῶνος, καὶ πολὺ ἄμεινον κατεσκευάσθαι τῶν ἐκεῖ βασιλείων τό τε Κράνειον καὶ τὴν Ἀθήνησιν ἀκρόπολιν καὶ τὰ προπύλαια, μεγέθει δὲ λείπεσθαιμόνον· καίτοι διακοσίων σταδίων εἶναι τὴν περίμετρον τῶν Ἀθηνῶν, τοῦ Πειραιῶς συντιθεμένου καὶ τῶν διὰ μέσου τειχῶν πρὸς τὸν περίβολον τοῦ ἄστεος· οἰκεῖσθαι γὰρ οὐ πάλαι καὶ ταῦτα σύμπαντα· ὥστε τὸ ἥμισυ ἔχειν Ἀθήνας Βαβυλῶνος, εἰ τυγχάνει ἀληθῆ λεγόμενα περὶ τῶν ἐκεῖ.
5
καὶ μὴν τό γε τῶν λιμένων κάλλος,ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόν τε καὶ ἄργυρον καὶ χαλκόν, τό τε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευήν, ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα· πλὴν αὐτῷ γε οὐ πολὺ μέλειν τῶν τοιούτων.
6
τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μέν ὥστε μεταβῆναι πάμπολυ γίγνεσθαι· σχεδὸν γοῦν αὐτὸν ἐν ὁδῷ διάγειν τοῦ χειμῶνος καὶ τοῦ θέρους τὸ πλέον· αὐτὸν δὲ πλησίον καταλύσαντα Μεγαροῖ Ἀθήνησι γενέσθαι τῇ ὑστεραίᾳ πάνυ ῥᾳδίως, εἰ μὲν βούλοιτο, ἐπʼ Ἐλευσῖνος· εἰ δὲ μή, βραχυτέραν διὰ Σαλαμῖνος, μὴ δι’ ἐρήμων σταθμῶν πορευόμενον· ὥστε πλεονεκτεῖν βασιλέως καὶ μᾶλλον τρυφᾶν· ἄμεινον γὰρ κατεσκευάσθαι τὴν οἴκησιν.