7
ταῦτα δὲ εἰώθει μὲν παίζων λέγειν· ὅμως δὲ ἐνεδείκνυτο τοῖς θαυμάζουσι τὸν πλοῦτον τοῦ Πέρσου καὶ τὴν λεγομένην εὐδαιμονίαν ὅτι οὐδέν ἐστι τῶν ἐκείνου πραγμάτων οἷον νομίζουσι. τῶν μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, τὰ δὲ καὶ σφόδρα πένησιν ἐξεῖναι ποιεῖν.
8
οὐδὲ γάρ, ὡς ἐνόμιζον ἔνιοι τῶν ἀφρόνων, ἀμελὲς ἦν αὐτῷ περὶ τοῦ σώματος, ἀλλʼ ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα καὶ διψῶντα πολλάκις ἡγοῦντο ἀμελεῖν τοῦ ὑγιαίνειν καὶ τοῦ ζῆν· ὁ δὲ ταῦτα πάσχων μᾶλλον μὲν ὑγίαινε τῶν ἀεὶ ἐμπιμπλαμένων, μᾶλλον δὲ τῶν ἔνδον μενόντων καὶ μηδέποτε μήτε ψύχους μήτε καύματος πειρωμένων,
9
ἔτι δὲ ἥδιον μὲν ἀλεαινόμενος ᾐσθάνετο, ἥδιον δὲ σιτία προσεφέρετο· πολὺ δὲ μάλιστα ταῖς ὥραις ἔχαιρεν, καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος, ὁπότε ἤδη διαχέοι τὸν ἀέρα, τοῦτο δὲ οὐκ ἤχθετο παυομένου, ἅτε ἀπαλλαττόμενος τοῦ σφοδροῦ καύματος, τοῖς δὲ ὥραις ξυνεπόμενος καὶ κατʼ ὀλίγον αὐτῶν πειρώμενος ἀλύπως ἀφικνεῖτο πρὸς ἑκατέραν τὴν ὑπερβολήν.
10
πυρὶ δὲ ἢ σκιᾷ ἢ σκέπῃ σπανίως ἐχρῆτο, οὐ προλαμβάνων τὸν καιρόν, οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, ὅτι μὲν ἔξεστιν αὐτοῖς ἀεὶ πῦρ καίειν, εὐποροῦσι δὲ ἐσθῆτος, ἔχουσι δὲ οἰκίας, ἐὰν καὶ μικρὸν αἴσθωνται ψύχους, εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα καὶ τὰ σώματα ἀχρεῖα ποιοῦσι καὶ ἀδύνατα ἀνέχεσθαι χειμῶνος,
11
ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτου χάριν, τῆς δʼ αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος,δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους.