35
ὥστε οὐκέθʼ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενονδὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον, καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν.
36
διὰ δὲ ταῦτα μήτε ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν ᾗβλέπειν αὐτὸν εἶναι μὴ τὰ δεινότατα πάσχοντα. καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δʼ αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὑτῷ βοηθεῖν.
37
ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι, ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην,ἅτε ὑπʼ αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον· τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τῶν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον.
38
τὸ δὲ δὴ πάντων παραλογώτατον, φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὑτὸν τοῖς ὡπλισμένοις, καὶ διερευνᾶσθαι μὲν τοὺς προσιόντας, μή τις ἔχοι σίδηρον, ἐν μέσῳ δὲ ζῆν τῶν σιδηροφορούντων. φεύγειν δὲ ἀπὸ μὲν τῶν ἀνόπλων πρὸς τοὺς ὡπλισμένους, ἀπὸ δὲ τῶν ὡπλισμένων πρὸς τοὺς ἀνόπλους· ἀπὸ μέν γε τοῦ πλήθους φυλάττεσθαι τοῖς δορυφόροις, ἀπὸ δὲ τῶν δορυφόρων εὐνούχοις. οὐκ ἔχειν δὲ οἷς ἂν πιστεύσας οὐδὲ ὅποι τραπόμενος δυνήσεται ζῆσαι μίαν ἡμέραν ἀφόβως.
39
ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν, ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μηδὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος τοῦ πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μηδὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι.