12
ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας ἀλλὰ τοὺς σωφρονίζοντας.
13
τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων.
14
ἢ σὺ οἴει τούτων τι ὄφελοσεἶναι τῶν τὰς μεγάλας κοιλίας ἐχόντων, οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντας καὶ κατατεμόντας εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας, ἕψοντας ἁλσὶ καὶ θαλάσσῃ, τὴν δὲ πιμελὴν τήξαντας, ὥσπερ ἐν Πόντῳ παρʼ ἡμῖν τὸ τῶν δελφίνων στέαρ, ἀλείφεσθαι τοὺς δεομένους. οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν.
15
ὁ δὲ ἀνὴρ ὁ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους, καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες, οὐδὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσινἢ Κορίνθιοι ἢ τὸ κοινὸν Θετταλῶν, μηδένα αὐτῶν φοβούμενον μηδὲ εὐχόμενον ἄλλῳ λαχεῖν,
16
ἀλλὰ προκαλούμενον ἐφεξῆς ἅπαντας, καὶ λιμῷ φιλονεικοῦντα καὶ ψύχει καὶ δίψος ὑπομένοντα, κἂν δέῃ μαστιγούμενον καρτερεῖν καὶ τεμνόμενον καὶ καόμενον μηδὲν μαλακὸν ἐνδιδόντα· πενίαν δὲ καὶ φυγὴν καὶ ἀδοξίαν καὶ τὰ τοιαῦταμηδὲν ἡγεῖσθαι δεινὸν αὑτῷ, ἀλλὰ πάνυ κοῦφα, καὶ πολλάκις παίζειν ἐν αὐτοῖς τὸν ἄνδρα τὸν τέλειον, ὥσπερ οἱ παῖδες τοῖς ἀστραγάλοις καὶ ταῖς σφαίραις ταῖς ποικίλαις.