17
καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι· ἐὰν δέ τις αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν οὐ χαλεπὸν δειλοὺς καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι, μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται.
18
οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες κρίνουσιν, οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν αὐτοὶ καταβαλόντες· ἐὰν δὲ ὑποχωρῶσι φοβούμενοι, τότʼ ἰσχυροτάτας πληγὰς λαμβάνουσιν· οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν· ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι.
19
τοῦτο δʼ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης· ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.
20
ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐκ ἄντικρυς βιαζομένην, ἀλλʼ ἐξαπατῶσαν καὶ γοητεύουσαν δεινοῖς φαρμάκοις οὐχ οἵαν Ὅμηρός φησιν, αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο
21
καὶ ξίφεσιν μεγάλοισιν οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· οὐδὲ γὰρ ἄντικρυς βιάζεσθαι τὴν ἡδονήν, ἀλλʼ ἐξαπατᾶν καὶ γοητεύειν δεινοῖς φαρμάκοις, ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλʼ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς,