28
περὶ δὲ τοῦ Πέλοπος ἔλεγον ὅτι καὶ τὸν ὦμον ἐλεφάντινον ἔχοι, ὥσπερ τι ὄφελος ἀνθρώπου χρυσῆν χεῖρα ἢ ἐλεφαντίνην ἔχοντος ἢ ὀφθαλμοὺς ἀδάμαντος ἢ σμαράγδου· τὴν δὲ ψυχὴν οὐκ ἐγίγνωσκον αὐτοῦ ὁποίαν τινὰ εἶχεν. τὸν δὲ Ἡρακλέα πονοῦντα μὲν καὶ ἀγωνιζόμενον ἠλέουν, καὶ ἔφασαν αὐτὸν ἀνθρώπων ἀθλιώτατον· καὶ διὰ τοῦτο ἄθλους ἐκάλουν τοὺς πόνους αὐτοῦ καὶ τὰ ἔργα, ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα· ἀποθανόντα δὲ πάντων σσσμάλιστα τιμῶσι καὶ θεὸν νομίζουσι καί φασιν Ἥβῃ συνοικεῖν, καὶ τούτῳ πάντες εὔχονται, ὅπως αὐτοὶ μὴ ἔσονται ἄθλιοι, τῷ πλεῖστα ἀθλήσαντι.
29
τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς —
30
ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; — ἀλλʼ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων.
31
καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων διʼ ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφʼ αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόν τε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε.
32
τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ διʼ ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, συγγενόμενος δʼ ἀπῄει δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐδʼ ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε.