2
καὶ μέντοι ἐνόμιζε τότε εὐιατοτέρους εἶναι· καὶ γὰρ τὰ νοσήματα τοῦ σώματος, ὅταν ἔκδηλα ᾖ, ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν ἢ μέχρι ὑποστέλλεται· τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι.
3
διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις. ἔλεγε δὲ ἐπισκώπτων, ὅτι ἐπιπλήττοι τὸ τοῦ κυνός· διὰ τὴν χαλεπότητα καὶ τὸ λοιδορεῖσθαι κύνα αὐτὸν ἀπεκάλουν· τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν.
4
ὡς δὲ ἐφάνη ἐν τῇ πανηγύρει, Κορινθίων μὲν οὐδεὶς αὐτῷ προσεῖχε τὸν νοῦν, ὅτι πολλάκις αὐτὸν ἑώρων ἐν τῇ πόλει καὶ περὶ τὸ Κράνειον. οἱ γὰρ ἄνθρωποι οὓς ἂν ἀεὶ βλέπωσι καὶ οἷς νομίζουσιν εἶναι ὁπότε βούλονται προσελθεῖν, τούτων οὐ πάνυ φροντίζουσιν· οὓς δʼ ἂν διὰ χρόνου ἴδωσιν ἢ μηδεπώποτε ἑωρακότες, πρὸς ἐκείνους τρέπονται. ὅθεν ἥκιστα ὠφελοῦντο ὑπὸ τοῦ Διογένους Κορίνθιοι, καθάπερ ἂν εἰ νοσοῦντες ἐπιδημοῦντος ἰατροῦ μὴ προσῄεσαν ἀλλʼ ἐνόμιζον ἱκανὸν εἶναι καὶ τὸ ὁρᾶν αὐτὸν ἐν τῇ πόλει.
5
τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίας τε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις, ἢ βελτίους γενέσθαι.
6
ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖσἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον.