16
μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλʼ οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων· καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ τάχιστα καὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖσγὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις.
17
ὁ γοῦν Ἡρακλῆς διὰ τὸ βραδύτερος εἶναι πολλῶν καὶ μὴ δύνασθαι κατὰ πόδας αἱρεῖν τοὺς κακούργους, διὰ τοῦτο ἐφόρει τόξα καὶ τούτοις ἐχρῆτο ἐπὶ τοὺς φεύγοντας. καὶ ὅς, Ἀλλὰ τὸν Ἀχιλλέα, ἔφη, ταχὺν ὄντα, φησὶν ὁ ποιητὴς ἀνδρειότατον εἶναι. καὶ πῶς,ἔφη, οἶσθα ὅτι ταχὺς ἦν ὁ Ἀχιλλεύς; τὸν μὲν γὰρ Ἕκτορα ἑλεῖν οὐκ ἐδύνατο κατὰ τὴν ἡμέραν ὅλην διώκων.
18
οὐκ αἰσχύνῃ, ἔφη, ἐπὶ πράγματι σεμνυνόμενος, ἐν ᾧ τῶν φαυλοτάτων θηρίων χείρων πέφυκας; οἶμαι γάρ σε μηδὲ ἀλώπεκα δύνασθαι φθάσαι. πόσον δέ τι καὶ ἔφθασας; παρʼ ὀλίγον, εἶπεν, ὦ Διόγενες. τοῦτο γάρτοι καὶ τὸ θαυμαστὸν ἐγένετο τῆς νίκης. ὥστε, ἔφη, παρʼ ἓν βῆμα εὐδαίμων γέγονας. ἅπαντες γὰρ οἱ κράτιστοι ἦμεν οἱ τρέχοντες. οἱ δὲ κόρυδοι οὐ πολλῷ τινι θᾶττον ὑμῶν διέρχονται τὸ στάδιον; πτηνοὶ γάρ εἰσιν, εἶπεν.
19
οὐκοῦν, ἔφη ὁ Διογένης, εἴπερ τὸ ταχύτατον εἶναι κράτιστόν ἐστι, πολὺ βέλτιον κόρυδον εἶναι σχεδὸνἢ ἄνθρωπον· ὥστε τὰς ἀηδόνας οὐδέν τι δεῖ οἰκτίρειν οὐδὲ τοὺς ἔποπας, ὅτι ὄρνιθες ἐγένοντο ἐξ ἀνθρώπων, ὡς ὑπὸ τοῦ μύθου λέλεκται. ἀλλʼ ἐγώ, ἔφη, ἄνθρωπος ὢν ἀνθρώπων ταχύτατός εἰμι. τί δέ; οὐχὶ καὶ ἐν τοῖς μύρμηξιν, εἶπεν, εἰκὸς ἄλλον ἄλλου ταχύτερον εἶναι; μὴ οὖν θαυμάζουσιν αὐτόν; ἢ οὐ δοκεῖ σοι γελοῖον
20
εἶναι, εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ; εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν, ὅτι χωλοὺς οὐ χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος, κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον.