Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus b. ca. 220

ΠΕΛΟΨ.

9 θ. ὁ μὲν ὑπὲρ τετρώρων διʼ ἠπείρου μέσης ἱππεύσειν μέλλων ὑπʼ ὀρθῇ τιάρᾳ καὶ Λυδίᾳ στολῇ, Πέλοψ, οἶμαι, θρασὺς ἡνίοχος καλὸν εἰπεῖν. ἴθυνε γάρ ποτε καὶ διὰ θαλάσσης τουτὶ τὸ ἅρμα, Ποσειδῶνος, οἶμαι, δόντος ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι, ὑπʼ ἀδιάντῳ ἄξονι τὰ τῆς γαλήνης διαθέων νῶτα. ὄμμα δʼ αὐτῷ γοργὸν καὶ αὐχὴν ἀνεστηκὼς τὸ τῆς γνώμης ἕτοιμον ἐλέγχει ἥ τε ὀφρὺς ὑπεραίρουσα δηλοῖ καταφρονεῖσθαι τὸν Οἰνόμαον ὑπὸ τοῦ μειρακίου. φρονεῖ γὰρ τοῖς ἵπποις, ἐπειδὴ ὑψαύχενές τε καὶ πολλοὶ τὸν μυκτῆρα καὶ κοῖλοι τὴν ὁπλὴν καὶ τὸ ὄμμα κυάνεοί τε καὶ ἕτοιμοι χαίτην τε ἀμφιλαφῆ κυανῶν ἀπαιωροῦντες αὐχένων, ὃς δὴ θαλασσίων τρόπος. πλησίον δὲ αὐτῶν Ἱπποδάμεια τὴν μὲν παρειὰν αἰδοῖ γράφουσα, νύμφης δὲ στολὴν ἀμπεχομένη βλέπουσά τε ὀφθαλμοῖς οἵοις αἱρεῖσθαι τὸ τοῦ ξένου μᾶλλον. ἐρᾷ τε γὰρ καὶ τὸν γεννήτορα μυσάττεται τοιούτοις ἀκροθινίοις φρονοῦντα, ἃ δὴ καὶ ὁρᾷς, κεφαλὰς ταύτας τῶν προπυλαίων ἀνημμένην ἑκάστην, καὶ σχῆμα δέδωκεν ὁ χρόνος ἴδιον, ὃν ἕκαστος ἀπώλετο σφῶν. τοὺς γὰρ δὴ μνηστῆρας τῆς θυγατρὸς ἥκοντας κτείνων ἀγάλλεται τοῖς γνωρίσμασι τοῦ φόνου. εἴδωλα δὲ ὑπεριπτάμενα σφῶν ὀλοφύρεται τὸν ἑαυτῶν ἀγῶνα τῇ τοῦ γάμου ξυμβάσει ἐφυμνοῦντα, ξυμβῆναι γὰρ δὴ ὁ Πέλοψ, ὡς ἐλευθέρα λοιπὸν ἡ παῖς εἴη τοῦ ἀλάστορος. καὶ ὁ Μυρτίλος δὲ ξυνίστωρ τῆς ξυμβάσεως αὐτοῖν ἐστιν. ὁ δʼ οὐκ ἄποθεν ὁ Οἰνόμαος, ἀλλʼ ἕτοιμον αὐτῷ τὸ ἅρμα καὶ τὸ δόρυ ὑπερτέταται τοῦ δίφρου καταλαβόντι τὸ μειράκιον κτεῖναι, ὁ δὲ τῷ πατρὶ θύων Ἄρει σπεύδει ἄγριος ἰδεῖν καὶ φονῶν τὸ ὄμμα καὶ τὸν Μυρτίλον ἐπισπέρχει. Ἔρως δὲ κατηφὴς τὸν ἄξονα τοῦ ἅρματος ἐντέμνει ἑκάτερον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα ἡ κόρη τοῦ ἐρῶντος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι.

ΠΥΡΡΟΣ Η ΜΥΣΟΙ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme