Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus b. ca. 220
praef μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδʼ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλʼ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατʼ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ ὁ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται ἡ χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ʽκαἲ μεμηνότα εἰ τύχοι ἢ ὀργιζόμενον ἢ ἔννουν ἢ χαίροντα ἢ ὁρμητὴν ἢ ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφʼ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἡ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπʼ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφʼ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν ἡ τέχνη εὑρίσκεται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, ἃ λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτʼ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς ἢ πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, ᾗ κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθʼ ἕκαστα διαρθροῦν, ἵνʼ οὕτω καὶ ὁ λόγος τὸ ἁρμόττον ἔχοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme