Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus the Lemnian 3rd cent

Book 1

17 ιη. γέγραπται μέν, ὦ παῖ, καὶ τὰ ἐν τῷ Κιθαιρῶνι, Βακχῶν χοροὶ καὶ ὕποινοι πέτραι καὶ νέκταρ ἐκ βοτρύων καὶ ὡς γάλακτι τὴν βῶλον ἡ γῆ λιπαίνει, καὶ ἰδού, κιττὸς ἕρπει καὶ ὄφεις ὀρθοὶ καὶ θύρσοι καὶ δένδρα, οἶμαι, μέλι στάζοντα. καὶ ἥδε σοι ἡ ἐλάτη χαμαὶ γυναικῶν ἔργον ἐκ Διονύσου μέγα, πέπτωκε δὲ τὸν Πενθέα ἀποσεισαμένη ταῖς Βάκχαις ἐν εἴδει λέοντος, αἱ δὲ καὶ ξαίνουσι τὸ θήραμα μήτηρ ἐκείνη καὶ ἀδελφαὶ μητρὸς αἱ μὲν ἀπορρηγνῦσαι τὰς χεῖρας, ἡ δὲ ἐπισπῶσα τὸν υἱὸν τῆς χαίτης. εἴποις δʼ ἄν, ὡς καὶ ἀλαλάζουσιν, οὕτως εὔιον αὐταῖς τὸ ἆσθμα. Διόνυσος δὲ αὐτὸς μὲν ἐν περιωπῇ τούτων ἕστηκεν ἐμπλήσας τὴν παρειὰν χόλου, τὸν δὲ οἶστρον προσβακχεύσας ταῖς γυναιξίν· οὔτε ὁρῶσι γοῦν τὰ δρώμενα καὶ ὁπόσα ἱκετεύει ὁ Πενθεύς, λέοντος ἀκούειν φασὶ βρυχωμένου. ταυτὶ μὲν τὰ ἐν τῷ ὄρει, τὰ δὲ ἐγγὺς ταῦτα, Θῆβαι ἤδη καὶ Κάδμου στέγη καὶ θρῆνος ἐπὶ τῇ ἄγρᾳ καὶ συναρμόττουσιν οἱ προσήκοντες τὸν νεκρόν, εἴ πη σωθείη τῷ τάφῳ. πρόκειται καὶ ἡ κεφαλὴ τοῦ Πενθέως οὐκέτι ἀμφίβολος, ἀλλʼ οἵα καὶ τῷ Διονύσῳ ἐλεεῖν, νεωτάτη καὶ ἁπαλὴ τὴν γένυν καὶ πυρσὴ τὰς κόμας, ἃς οὔτε κιττὸς ἤρεψεν οὔτε σμίλακος ἢ ἀμπέλου κλῆμα οὔτε αὐλὸς ἔσεισέ τις οὔτε οἶστρος. ἐρρώννυτο μὲν ὑπʼ αὐτῶν, καὶ ἐρρώννυεν αὐτάς, ἐμαίνετο δὲ αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι. ἐλεεινὰ καὶ τὰ τῶν γυναικῶν ἡγώμεθα, οἷα μὲν γὰρ ἐν τῷ Κιθαιρῶνι ἠγνόσαν, οἷα δὲ ἐνταῦθα γιγνώσκουσινς3 ἀπολέλοιπε δὲ αὐτὰς οὐχ ἡ μανία μόνον, ἀλλὰ καὶ ἡ ῥώμη, καθʼ ἣν ἐβάκχευσαν. κατὰ μὲν γὰρ τὸν Κιθαιρῶνα ὁρᾷς, ὡς μεσταὶ τοῦ ἄθλου φέρονται συνεξαίρουσαι τὴν ἠχὼ τοῦ ὄρους, ἐνταῦθα δὲ καθίστανται καὶ ἐς νοῦν τῶν βεβακχευμένων ἥκουσιν, ἱζάνουσαί τε κατὰ τῆς γῆς τῆς μὲν ἐς γόνατα ἡ κεφαλὴ βρίθει, τῆς δὲ ἐς ὦμον, ἡ δʼ Ἀγαυὴ περιβάλλειν μὲν τὸν υἱὸν ὥρμηκε, θιγεῖν δὲ ὀκνεῖ. προσμέμικται δʼ αὐτῇ τὸ τοῦ παιδὸς αἷμα τὸ μὲν ἐς χεῖρας, τὸ δὲ ἐς παρειάν, τὸ δὲ ἐς τὰ γυμνὰ τοῦ μαζοῦ. ἡ δὲ Ἁρμονία καὶ ὁ Κάδμος εἰσὶ μέν, ἀλλʼ οὐχ οἵπερ ἦσαν, δράκοντε γὰρ ἤδη ἐκ μηρῶν γίγνονται, καὶ φολὶς αὐτοὺς ἤδη ἔχει, φροῦδοι πόδες, φροῦδοι γλουτοί, καὶ ἡ μεταβολὴ τοῦ εἴδους ἕρπει ἄνω. οἱ δὲ ἐκπλήττονται καὶ περιβάλλουσιν ἀλλήλους, οἷον ξυνέχοντες τὰ λοιπὰ τοῦ σώματος, ὡς ἐκεῖνα γοῦν αὐτοὺς μὴ φύγοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme