Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus the Lemnian 3rd cent

Book 1

ΣΑΤΥΡΟΙ.

19 κ. κελαιναὶ μὲν τὸ χωρίον, ὅσον αἱ πηγαὶ καὶ τὸ ἄντρον, ἐκποδὼν δὲ Μαρσύας ἢ ποιμαίνων ἢ μετὰ τὴν ἔριν. μὴ ἐπαίνει τὸ ὕδωρ· καὶ γὰρ εἰ πότιμόν τε καὶ γαληνὸν γέγραπται, ποτιμωτέρῳ ἐντεύξῃ τῷ Ὀλύμπῳ. καθεύδει δὲ μετὰ τὴν αὔλησιν ἁβρὸς ἐν ἁβροῖς ἄνθεσι συγκεραννὺς τὸν ἱδρῶτα τῇ τοῦ λειμῶνος δρόσῳ, καὶ ὁ Ζέφυρος ἐκκαλεῖ αὐτὸν προς2πνέων τῇ κόμῃ, ὁ δὲ ἀντιπνεῖ τῷ ἀνέμῳ ἕλκων τὸ ἀπὸ τοῦ στέρνου ἆσθμα, κάλαμοί τε αὐλοῦντες ἤδη παράκεινται τῷ Ὀλύμπῳ καὶ σιδήρια ἔτι, οἷς ἐπιτρυπῶνται οἱ αὐλοί. ἐρῶντες δὲ αὐτοῦ Σατύρων τις ἀγέλη καταθεῶνται τὸ μειράκιον ἐρυθροὶ καὶ σεσηρότες, ὁ μὲν τοῦ στέρνου θιγεῖν δεόμενος, ὁ δὲ ἐμφῦναι τῇ δέρῃ, ὁ δὲ σπάσαι τι ἐπιθυμῶν φίλημα, ἄνθη τε ἐπιπάττουσι καὶ προσκυνοῦσιν ὡς ἄγαλμα, ὁ σοφώτατος δὲ αὐτῶν ἔτι θερμοῦ θατέρου τοῦ αὐλοῦ τὴν γλῶτταν ἀνασπάσας ἐσθίει καὶ τὸν Ὄλυμπον οὕτω φιλεῖν οἴεται, φησὶ δὲ καὶ ἀπογεύσασθαι τοῦ πνεύματος.

ΟΛΥΜΠΟΣ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme