Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus the Lemnian 3rd cent

Book 2

13 ιγ. αἱ τοῦ πελάγους ἀνεστηκυῖαι πέτραι καὶ ἡ ζέουσα περὶ αὐτὰς θάλαττα ἥρως τε δεινὸν βλέπων ἐπὶ τῶν πετρῶν καί τι καὶ φρονήματος ἔχων ἐπὶ τὴν θάλατταν ὁ Λοκρὸς Αἴας βέβληται μὲν τὴν ἑαυτοῦ ναῦν, ἐμπύρου δὲ αὐτῆς ἀποπηδήσας ὁμόσε κεχώρηκε τοῖς κύμασι, τῶν μὲν διεκπαίων, τὰ δὲ ἐπισπώμενος, τὰ δὲ ἐπαντλῶν τῷ στέρνῳ, Γυραῖς δʼ ἐντυχών, αἱ δὲ Γυραὶ πέτραι εἰσὶν ὑπερφαίνουσαι τοῦ Αἰγαίου κόλπου, λόγους ὑπέρφρονας λέγει κατὰ τῶν θεῶν αὐχῶν, ἐφʼ οἷς ὁ Ποσειδῶν αὐτὸς ἐπὶ τὰς Γυρὰς στέλλεται φοβερός, ὦ παῖ, καὶ χειμῶνος πλέως καὶ τὰς χαίτας ἐξηρμένος. καίτοι ποτὲ καὶ συνεμάχει τῷ Λοκρῷ κατὰ τὸ Ἴλιον, σωφρονοῦντι δὲ καὶ φειδομένῳ τῶν θεῶν, καὶ ἐρρώννυ αὐτὸν τῷ σκήπτρῳ, νῦν δʼ, ἐπειδὴ ὑβρίζοντα ὁρᾷ, τὴν τρίαιναν ἐπʼ αὐτὸν φέρει καὶ πεπλήξεται ὁ αὐχὴν τῆς πέτρας ὁ ἀνέχων τὸν Αἴαντα, ὡς ἀποσείσαιτο αὐτὸν αὐτῇ ὕβρει. ὁ μὲν δὴ λόγος τῆς γραφῆς οὗτος, τὸ δὲ ἐναργές· λευκὴ μὲν ὑπὸ κυμάτων ἡ θάλαττα, σπιλάδες δʼ αἱ πέτραι διὰ τὸ ἀεὶ ῥαίνεσθαι, πῦρ δὲ ἐκ μέσης ᾅττει τῆς νεώς, ἐς ὃ ἐμπνέων ὁ ἄνεμος πλεῖ ἡ ναῦς ἔτι καθάπερ ἱστίῳ χρωμένη τῷ πυρί, ὁ δὲ Αἴας οἷον ἐκ μέθης ἀναφέρων περιαθρεῖ τὸ πέλαγος οὔτε ναῦν ὁρῶν οὔτε γῆν, καὶ οὐδὲ τὸν Ποσειδῶ προσιόντα δέδοικεν, ἀλλʼ ἔοικε διατεινομένῳ ἔτι, οὔπω γὰρ τοὺς βραχίονας ἡ ῥώμη ἀπολέλοιπεν, ὁ αὐχήν τε ἀνέστηκεν οἷον ἐπὶ Ἕκτορα καὶ Τρῶας. ὁ μὲν δὴ Ποσειδῶν ἐμβαλὼν τὴν τρίαιναν ἀπαράξει τὸ τρύφος αὐτῷ Αἴαντι τῆς πέτρας, αἱ δὲ Γυραὶ αἱ λοιπαὶ μενοῦσί τε, ἐς ὅσον θάλαττα, καὶ ἄσυλοι ἑστήξουσι τῷ Ποσειδῶνι.

ΘΕΤΤΑΛΙΑ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme