Thesauros Literature rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus the Lemnian 3rd cent

Book 2

ΗΡΑΚΛΗΣ ΕΝ ΠΥΓΜΑΙΟΙΣ.

22 κβ. ἐν Λιβύῃ καθεύδοντι τῷ Ἡρακλεῖ μετὰ τὸν Ἀνταῖον ἐπιτίθενται οἱ Πυγμαῖοι τιμωρεῖν τῷ Ἀνταίῳ φάσκοντες, ἀδελφοὶ γὰρ δὴ εἶναι τοῦ Ἀνταίου, γενναῖοί τινες, οὐκ ἀθληταὶ μέν, οὐδʼ ἰσοπαλεῖς, γηγενεῖς δὲ καὶ ἄλλως ἰσχυροί, καὶ ἀνιόντων ἐκ τῆς γῆς ὑποκυμαίνει ἡ ψάμμος. οἰκοῦσι γὰρ οἱ Πυγμαῖοι τὴν γῆν ὅσα μύρμηκες καὶ ἀγορὰν ἀποτίθενται, ἐπισιτίζονται δὲ οὐκ ἀλλότρια, ἀλλʼ οἰκεῖα καὶ αὐτουργά, καὶ γὰρ σπείρουσι καὶ θερίζουσι καὶ πυγμαίῳ ζεύγει ἐφεστᾶσι, λέγονται δὲ καὶ πελέκει χρήσασθαι ἐπὶ τὸν ἄσταχυν ἡγούμενοι αὐτὸν δένδρα εἶναι. ἀλλὰ τοῦ θράσους· ἐπὶ τὸν Ἡρακλέα οὗτοι, καὶ ἀποκτεῖναί φασι καθεύδοντα, δείσειαν δʼ ἂν οὐδʼ ἐγρηγορότα. ὁ δὲ ἐν ἁπαλῇ τῇ ψάμμῳ καθεύδει καμάτου αὐτὸν ὑποδεδυκότος ἐν τῇ πάλῃ, καὶ παντὶ τῷ στέρνῳ τὸ ἆσθμα ἐφέλκεται χανδὸν ἐμπιπλάμενος τοῦ ὕπνου, αὐτός τε ὁ Ὕπνος ἐφέστηκεν αὐτῷ ἐν εἴδει, μέγα, οἶμαι, ποιούμενος τὸ ἑαυτοῦ ἐπὶ τῷ τοῦ Ἡρακλέους πτώματι. κεῖται καὶ ὁ Ἀνταῖος, ἀλλʼ ἡ τέχνη τὸν μὲν Ἡρακλέα ἔμπνουν γράφει καὶ θερμόν, τὸν δὲ Ἀνταῖον τεθνηκότα καὶ αὖον καὶ καταλείπει αὐτὸν τῇ γῇ. ἡ στρατιὰ δὲ οἱ Πυγμαῖοι τὸν Ἡρακλέα περισχόντες μία μὲν αὕτη φάλαγξ τὴν ἀριστερὰν χεῖρα βάλλουσι, δύο δὲ οὗτοι λόχοι στρατεύουσιν ἐπὶ τὴν δεξιὰν ὡς μᾶλλον ἐρρωμένην καὶ τὼ πόδε πολιορκοῦσι τοξόται καὶ σφενδονητῶν ὄχλος ἐκπληττόμενοι τὴν κνήμην, ὅση, οἱ δὲ τῇ κεφαλῇ προσμαχόμενοι τέτακται ἐνταῦθα ὁ βασιλεὺς καρτερωτάτου αὐτοῖς τούτου δοκοῦντος, ἐπάγουσι δὲ καὶ οἷον ἀκροπόλει μηχανάς, πῦρ ἐπὶ τὴν κόμην, ἐπὶ τοὺς ὀφθαλμοὺς δίκελλαν, θύραι τινὲς ἐπὶ τὸ στόμα καὶ τὰς τῆς ῥινός, οἶμαι, πύλας, ὡς μὴ ἀναπνεύσειεν ὁ Ἡρακλῆς, ἐπειδὰν ἡ κεφαλὴ ἁλῷ. ταυτὶ μὲν περὶ τὸν καθεύδοντα, ἰδοὺ δὲ καὶ ὡς ὀρθοῦται καὶ ὡς ἐπὶ τῷ κινδύνῳ γελᾷ τούς τε πολεμίους πανσυδὶ συλλεξάμενος ἐς τὴν λεοντῆν ἐντίθεται καί, οἶμαι, τῷ Εὐρυσθεῖ φέρει.

ΗΡΑΚΛΗΣ ΜΑΙΝΟΜΕΝΟΣ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme