Book 2
25
κε. μὴ τὰς ἵππους, ὦ παῖ, τὰς τοῦ Διομήδους ἆθλον ἡγώμεθα τοῦ Ἡρακλέους, ἅς γε καὶ ᾕρηκεν ἤδη καὶ συντέτριφε τῷ ῥοπάλῳ καὶ ἡ μὲν κεῖται αὐτῶν, ἡ δὲ ἀσπαίρει, τὴν δὲ ἀναπηδᾶν ἐρεῖς, ἡ δὲ πίπτει, βάρβαροι ταῖς χαίταις καὶ ἐς ὁπλὴν λάσιοι καὶ ἄλλως θηρία, φάτναι δὲ ὡς ἀνάπλεῳ μελῶν ἀνθρωπείων καὶ ὀστέων εἰσίν, οἷς ἐς τὴν ἱπποτροφίαν ταύτην ὁ Διομήδης ἐχρήσατο, αὐτός τε ὁ ἱπποτρόφος ὡς ἀγριώτερος ἰδεῖν ἢ αἱ ἵπποι, πρὸς αἷς πέπτωκεν, ἀλλὰ τουτονὶ τὸν ἆθλον χαλεπώτερον χρὴ δοκεῖν, Ἔρωτός τε πρὸς πολλοῖς ἐπιτάττοντος αὐτὸν τῷ Ἡρακλεῖ, μόχθου τε ἐπʼ αὐτῷ οὐ σμικροῦ ὄντος· τὸν γὰρ δὴ Ἄβδηρον ὁ Ἡρακλῆς ἡμίβρωτον φέρει ἀποσπάσας τῶν ἵππων, ἐδαίσαντο δὲ αὐτὸν ἁπαλὸν ἔτι καὶ πρὸ Ἰφίτου νέον, τουτὶ δέ ἐστι καὶ τοῖς λειψάνοις συμβαλέσθαι, καλὰ γὰρ δὴ ἔτι ἐν τῇ λεοντῇ κεῖται. τὰ μὲν δὴ δάκρυα τὰ ἐπʼ αὐτοῖς καὶ εἰ δή τι περιεπτύξατο αὐτῶν ἢ ὀλοφυρόμενος εἶπε, καὶ τὸ βαρὺ τοῦ προσώπου τὸ ἐπὶ πένθει δεδόσθω καὶ ἄλλῳ ἐραστῇ, ἐχέτω καὶ στήλη τι γέρας ἐφεστηκυῖα καλοῦ σήματι, ὁ δʼ οὐχ ὅπερ οἱ πολλοί, πόλιν δὲ τῷ Ἀβδήρῳ ἀνίστησιν, ἣν ἀπʼ αὐτοῦ καλοῦμεν καὶ ἀγὼν τῷ Ἀβδήρῳ κείσεται, ἀγωνιεῖται δʼ ἐπʼ αὐτῷ πυγμὴν καὶ παγκράτιον καὶ πάλην καὶ τὰ ἐναγώνια πάντα πλὴν ἵππων.
ΞΕΝΙΑ.